[ ]
Phok. — Delphi — stoich. 40 — 324 bc — IG V,2 p. xxxvi; SIG(3) 306
| — — — | |
| 1 | — — — — — — — — — — —ΣΗ[— — — — — — — — βασι]- |
| [λεὺς Ἀλέξ]ανδρος τὸ διάγρ[α]μμα, γραφῆναι κατὺ τὰ ἐ- | |
| [πανωρ]θώσατυ ἁ πόλις τὰ ἰν τοῖ διαγράμματι ἀντιλ- | |
| εγόμενα. {²(§1)}² τὸς φυγάδας τὸς κατενθόντας τὰ πατρῶια | |
| 5 | κομίζεσθαι, ἐς τοῖς ἔφευγον, καὶ τὰ ματρῶια, ὅσαι ἀ- |
| νέσδοτοι τὰ πάματα κατῆχον καὶ οὐκ ἐτύνχανον ἀδ- | |
| ελφεὸς πεπαμέναι· εἰ δέ τινι ἐσδοθένσαι συνέπεσ- | |
| ε τὸν ἀδελφεὸν καὶ αὐτὸν καὶ τὰν γενεὰν ἀπολέσθα- | |
| ι, καὶ τανὶ ματρῶια ἦναι, ἀνώτερον δὲ μηκέτι ἦναι. {²(§2)}² ἐ- | |
| 10 | πὲς δὲ ταῖς οἰκίαις μίαν ἕκαστον ἔχεν κατὺ τὸ διά- |
| γραμμα· εἰ δέ τις ἔχει οἰκία κᾶπον π̣ὸς αὐτᾶι, ἄ<λλ>ον̣ μ- | |
| ὴ λαμβανέτω· εἰ δὲ πὸς τᾶι οἰκίαι μὴ πόεστι κᾶπος, ἐ- | |
| ξαντίαι δ’ ἔστι ἰσόθι πλέθρω, λαμβανέτω τὸν κᾶπον· | |
| εἰ δὲ πλέον ἀπέχων ὁ κᾶπός ἐστι πλέθρω, τωνὶ τὸ ἥμι- | |
| 15 | σσον λαμβανέτω, ὥσπερ καὶ τῶν ἄλλων χωρίων γέγρα- |
| πται· τᾶν δὲ οἰκιᾶν τιμὰν κομιζέσθω τῶ οἴκω ἑκάστ- | |
| ω δύο μνᾶς, τὰν δὲ τιμασίαν ἦναι τᾶν οἰκιᾶν κατάπε- | |
| ρ ἁ πόλις νομίζει· τῶν δὲ κάπων διπλάσιον τὸ τίμαμ- | |
| α κομίζεσθαι ἢ ἐς τοῖ νόμοι. {²(§3)}² τὰ δὲ χρήματα ἀφεῶσθα- | |
| 20 | ι τὰν πόλιν καὶ μὴ ἀπυλιῶναι μήτε τοῖς φυγάσι μήτ- |
| ε τοῖς πρότερον οἴκοι πολιτεύονσι. {²(§4)}² ἐπὲς δὲ ταῖς π- | |
| αναγορίαις, ταῖς ἐσλελοίπασι οἱ φυγάδες, τὰν πόλ- | |
| ιν βωλεύσασθαι ὅ, τι δ’ ἂν βωλεύσητοι ἁ πόλις, κύριο- | |
| ν ἔστω. {²(§5)}² τὸ δὲ δικαστήριον τὸ ξενικὸν δικάζεν ἑξήκ- | |
| 25 | οντα ἁμερᾶν· ὅσοι δ’ ἂν ἰν ταῖς ἑξήκοντα ἁμέραις μὴ |
| διαδικάσωντοι, μὴ ἦναι αὐτοῖς δικάσασθαι ἐπὲς τ- | |
| οῖς πάμασι ἰν τοῖ ξενικοῖ δικαστηρίοι, ἀλλ’ ἰν τοῖ | |
| πολιτικοῖ ἀΐ· εἰ δ’ ἄν τι ὕστερον ἐφευρίσκωνσι, ἰν ἁ- | |
| μέραις ἑξήκοντα ἀπὺ τᾶι ἂν ἁμέραι τὸ δικαστήριο- | |
| 30 | ν καθιστᾶ· εἰ δ’ ἂν μηδ’ ἰν ταῖννυ διαδικάσητοι, μηκέ- |
| τι ἐξέστω αὐτῶι δικάσασθαι· εἰ δ’ ἄν τινες ὕστερον | |
| κατέ̣νθωνσι, τῶ δικαστηρίω τῶ ξενικῶ [μ]ηκέτι ἐόντ- | |
| ος, ἀπυγραφέσθω πὸς τὸς στραταγὸς τὰ πάματα ἰν ἁμ- | |
| έραις ἑξήκοντα, καὶ εἰκ ἄν τι αὐτοῖς ἐ[π]απύλογον ἦ- | |
| 35 | ι, δικαστήριον ἦναι Μαντινέαν· εἰ δ’ [ἂν μὴ] διαδικάσ- |
| ητοι ἰν ταινὶν ταῖς ἁμέραις, μηκέτ[ι] ἦναι αὐτοῖ δι- | |
| κάσασθαι. {²(§6)}² ἐπὲς δὲ τοῖς ἱεροῖς χρήμασιν ․ΛΩ․․․Ν τ- | |
| οῖς ὀφειλήμασι, τὰ μὲμ πὸς τὰν θεὸν ἁ πόλις διωρθώ- | |
| σατυ, ὁ ἔχων τὸ πᾶμα ἀπυδότω τῶι κατηνθηκότι τὸ ἥμ- | |
| 40 | ισσον κατάπερ οἱ ἄλλοι· ὅσοι δὲ αὐτοὶ ὤφηλον τᾶι θ- |
| εοῖ συνινγύας ἢ ἄλλως, εἰ μὲν ἂν φαίνητοι ὁ ἔχων τὸ | |
| πᾶμα διωρθωμένος τᾶι θεοῖ τὸ χρέος, ἀπυδότω τὸ ἥμ- | |
| ισσον τῶι κατιόντι, κατάπερ οἱ ἄλλοι, μηδὲν παρέλ- | |
| [κ]ων· εἰ δ’ ἂν μὴ φαίνητοι ἀπυδεδωκὼς τᾶι θεοῖ, ἀπυδό- | |
| 45 | τω τοῖ κατιόντι τὸ ἥμισσον τῶ πάματος, ἐς δὲ τοῖ ἡμ- |
| ίσσοι αὐτὸς τὸ χρέος διαλυέτω· εἰ δ’ ἂν μὴ βόλητοι δ- | |
| ιαλῦσαι, ἀπυδότω τοῖ κατιόντι τὸ πᾶμα ὅλον, ὁ δὲ κο- | |
| μισάμενος διαλυσάτω τὸ χρέος τᾶι θεοῖ πᾶν. {²(§7)}² ὅσαι δ- | |
| ὲ γυναῖκες τῶν φυγάδων ἢ θυγατέρες οἴκοι μίνονσ- | |
| 50 | αι ἐγά[μ]αντυ ἢ φυγόνσαι ὕστερον ἐγάμαντυ [ἰ]ν Τεγέ- |
| αν κα[ὶ] ἐπίλυσιν ὠνήσαντυ οἴκοι μίνονσαι, ταννὶ μ- | |
| ήτ’ ἀ[πυδοκ]ιμά̣ζεσθαι τὰ πατρῶια μήτε τὰ ματρῶια μ- | |
| ηδὲ τὸς ἐσγόνος, ὅσοι μὴ ὕστερον ἔφυγον δι’ ἀνάγκα- | |
| ς καὶ ἰν τοῖ νῦν ἐόντι καιροῖ καθέρπονσι ἢ αὐταὶ ἢ | |
| 55 | παῖδες, ταννὶ δοκιμάζεσθαι καὶ αὐτὰς καὶ τὸς ἐς τ- |
| αιννὶ ἐσγόνος τὰ πατρῶια καὶ τὰ ματρῶια κὰ τὸ διά- | |
| γραμμα. {²(§8)}² ὀμνύω Δία Ἀθάναν Ἀπόλλωνα Ποσειδᾶνα, εὐν- | |
| οήσω τοῖς κατηνθηκόσι τοῖς ἔδοξε τᾶι πόλι κατυδ- | |
| έχεσθαι, καὶ οὐ μνησικακήσω τῶννυ οὐ̣δε̣ν[ὶ] τ[ὰ] ἂν̣ ἀμ̣- | |
| 60 | π̣[ε]ίση ἀπὺ τᾶι ἁμέραι τᾶι τὸν ὅρκον ὤμοσα, οὐδὲ δια- |
| κωλύσω τὰν τῶν κατηνθηκότων σωτηρίαν, οὔτε ἐν τᾶ- | |
| ι ․․Σ․․ΥΛΛΙΙΛ̣ οὔτε ἰν τοῖ κοινοῖ τᾶς πόλιος ․ΛΙΙ․․․ | |
| Λ․Σ̣Κ̣ΛΙΣ̣․․ΛΙ δ̣ι̣ά̣γ̣ραμ̣μ̣α ․Ι̣Ι̣․Ι̣ πὸς τὸς κατηνθηκό- | |
| [τ]ας ․․ΙΙΤ․Λ․ΛΛΙΛ̣Ι̣Ι̣Λ̣ τ̣ᾶι̣ πόλι Δ․ΤΙΣΛ̣Σ̣ΙΛ̣ΕΚ․ΙΙΙ․ΤΙ̣ | |
| 65 | ․․․․․ΙΙΛ [τ]ὰ ἰν τοῖ διαγρά[μμ]ατι γεγραμμένα ΤΛΕΣ |
| ΙΙΡ․ΛΙΛΙΡΛΙΙΛ․ΛΙ̣Λ̣Λ̣․․ [ο]ὐδὲ βωλεύσω πὸς οὐδένα. |