[ ]
Ark. — Tegea — ca. 350 bc — IG V,2.6A
| 1 | — — — |
| {²(§1)}² — — — | |
| 1 | ΠΕΡΙΤ̣Ε̣— — — — — — — — — — — — — —ΦΙ․Λ̣Ο {²vac.?}² |
| εἰκ ἄν τι γίνητοι τοῖς ἐργώναις τοῖς ἰν τοῖ αὐτοῖ | |
| ⸏ ἔργοι, ὅσα περὶ τὸ ἔργον. {²(§2)}² ἀπυέσθω δὲ ὁ ἀδικήμενος | |
| τὸν ἀδικέντα ἰν ἁμέραις τρισὶ ἀπὺ ταῖ ἂν τὸ ἀδί- | |
| 5 | κημα γένητοι, ὕστερον δὲ μή· καὶ ὅ τι ἂγ κ[ρ]ίνωνσι |
| ⸏ οἱ ἐσδοτῆρες, κύριον ἔστω. {²(§3 I)}² εἰ δὲ πόλεμος δια- | |
| κωλύσει τι τῶν ἔργων τῶν ἐσδοθέντων ἢ τῶν | |
| ἠργασμένων τι φθέραι, οἱ τριακάσιοι διαγνόντω | |
| τί δεῖ γίνεσθαι· {²(II)}² οἱ δὲ στραταγοὶ πόσοδομ ποέντω. | |
| 10 | εἰκ ἂν δέατοί σφεις πόλεμος ἦναι ὁ κωλύων ἢ ἐ- |
| φθορκὼς τὰ ἔργα, λαφυροπωλίου ἐόντος κατὺ τᾶς | |
| πόλιος· {²(III)}² εἰ δέ τι ἐργωνήσας μὴ ἰγκεχηρήκοι τοῖς | |
| ἔργοις, ὁ δὲ πόλεμος διακωλύοι, ἀπυδόας τ̣ὸ ἀργύριον, | |
| τὸ ἂν λελαβηκὼς τυγχάνη, ἀφεώσθω τῶ ἔργω, | |
| 15 | εἰκ ἂν κελεύωνσι οἱ ἐσδοτῆρες. {²(IV)}² εἰ δ’ ἄ[ν] τις ἐπι- |
| συνίστατοι ταῖς ἐσδόσεσι τῶν ἔργων ἢ λυμαίνη- | |
| τοι κατ’ εἰ δέ τινα τρόπον φθήρων, ζαμιόντω | |
| οἱ ἐσδοτῆρες, ὅσαι ἂν δέατοί σφεις ζαμίαι, καὶ | |
| ἀγκαρυσ[σόν]τ̣ω ἰν ἐπίκρισιν καὶ ἰναγόντω | |
| 20 | ἰν δικαστήριον τὸ γινόμενον τοῖ πλήθι τᾶς |
| ⸏ ζαμίαυ. {²(§4 I)}² μὴ ἐξέστω δὲ μηδὲ κοινᾶνας γενέσθαι | |
| πλέον ἢ δύο ἐπὶ μηδενὶ τῶν ἔργων· εἰ δὲ μή, ὀφλέτω | |
| ἕκαστος πεντήκοντα δαρχμάς· ἐπελασάσθων | |
| δὲ οἱ ἁλιασταί. ἰμφαίνεν δὲ τὸμ βολόμενον ἐπὶ τοῖ | |
| 25 | ἡμίσσοι τᾶς ζαμίαυ. {²(II)}²) κὰ τὰ αὐτὰ δὲ καὶ εἰκ ἄν̣ τ̣ις |
| πλέον ἢ δύο ἔργα ἔχη τῶν ἱερῶν ἢ τῶν δαμ[ο]σίων | |
| κατ’ εἰ δέ τινα τρόπον, ὅ τινι ἂμ μὴ οἱ ἁλιαστα[ὶ] | |
| παρετάξωνσι ὁμοθυμαδὸν πάντες, ζαμιώ[σ]θω | |
| καθ’ ἕκαστον τῶν πλεόνων ἔργων κατὺ μῆνα | |
| 30 | πεντήκοντα δαρχμαῖς, μέστ’ ἂν ἐπιτ̣[ελέση] |
| ⸏ τὰ ἔργα τὰ πλέονα. {²(§5)}² εἰ δ’ ἄν τις [ἐξινε]ίκητοι τῶν | |
| περὶ τὰ ἔργα συγ[γεγραμμέ]ν̣[ων] κατ’ εἰ δέ τι, μὴ | |
| [ὑπει]κ̣[έτω τᾶς ἐργωνία]υ· εἰ δὲ μή, μή οἱ ἔστω ἴνδικον | |
| μηδέποθι ἀλλ’ ἢ ἰν Τεγέαι· εἰ δ’ ἂν ἰνδικάζητοι, | |
| 35 | ἀπυτεισάτω τὸ χρέος διπλάσιον, τὸ ἂν δικάζητοι· |
| ἔστω δὲ καὶ τωνὶ τῶ ἐπιζαμίω ὁ αὐτὸς ἴγγυος ὅπερ | |
| ⸏ καὶ τῶ ἔργω ἦς ἰν ἔστεισιν. {²(§6)}² εἰ δ’ ἄν τις ἐργωνήσας | |
| ἔργον τι ποσκατυβλάψη τι ἄλλυ τῶν ὑπαρχόντων | |
| ἔργων εἴτε ἱερὸν εἴτε δαμόσιον εἴτε ἴδιον | |
| 40 | πὰρ τὰν σύγγραφον τᾶς ἐσδοκαῦ, ἀπυκαθιστάτω |
| τὸ κατυβλαφθὲν τοῖς ἰδίοις ἀναλώμασιν μὴ ἧσσον | |
| ⸏ ἢ ὑπᾶρχε ἐν τοῖ χρόνοι τᾶς ἐργωνίαυ. {²(§7)}² εἰ δ’ ἂμ μὴ | |
| κατυστάση, τὰ ἐπιζάμια ἀπυτειέτω, κατάπερ | |
| ⸏ ἐπὶ τοῖς ἄλλοις ἔργοις τοῖς ὑπεραμέροις τέτακτοι. | |
| 45 | {²(§8 I)}² εἰ δ’ ἄν τις τῶν ἐργωνᾶν ἢ τῶν ἐργαζομένων |
| ἐπηρειάζεν δέατοι ἰν τὰ ἔργα ἢ ἀπειθῆναι τοῖς | |
| ἐπιμελομένοις ἢ κατυφρονῆναι τῶν ἐπιζαμίων | |
| τῶν τεταγμένων, κύριοι ἐόντω οἱ ἐσδοτῆρες | |
| τὸμ μὲν ἐργάταν ἐσδέλλοντες ἐς τοῖ ἔργοι, | |
| 50 | τὸν δὲ ἐργώναν ζαμιόντες ἰν ἐπίκρισιγ, κατάπερ |
| τὸς ἐπισυνισταμένος ταῖς ἐσδοκαῖς γέγραπ̣[τ]ο̣ι. | |
| {²(II)}² ὅ τι δ’ ἂν ἐσδοθῆ ἔργον εἴτε ἱερὸν εἴτε δαμόσι[ον], | |
| ὑπάρχεν τὰγ κοινὰν σύγγραφον ταν[ν]ὶ κυρί[αν] | |
| πὸς ταῖ ἐπὲς τοῖ ἔργοι γεγραμμέν[αι σ]υγγράφ[οι]. |