[ ]
Elis — Olympia — 4th c. BC
| 1 | Χαρμαντίδου Γοργίας Λεοντῖνος. |
| vacat | |
| 2 | τὴμ μὲν ἀδελφ̣ὴν Δηϊκράτης τὴγ Γοργίου ἔσχεν, |
| ἐκ ταύτης δ’ αὐτ̣ῶι γίγνεται Ἱπποκράτης, | |
| Ἱπποκράτους δ’ Εὔμολπος̣, [ὃς εἰ]κόνα τήνδ’ ἀνέθηκεν | |
| 5 | δισσῶν, παιδείας κ[α]ὶ φιλί[ας ἕ]νεκα. |
| vacat | |
| 6 | Γοργίου ἀσκῆσαι ψυχὴν ἀρετῆς ἐς ἀγῶνας |
| οὐδείς πω θνητῶν καλλίον’ ηὗρε τέχνην· | |
| οὗ καὶ Ἀπόλλωνος γυάλοις εἰκὼν ἀνάκειται | |
| οὐ πλούτου παράδειγμ’, εὐσεβίας δὲ τρόπων. |