[ ]
Elis — Olympia — 49 AD
face a.1 | Π(όπλιος) Κορνήλιος Εἰρηναίου υἱὸς |
Ἀρίστων Ἐφέσιος, παῖς | |
πανκρατιαστὴς νεικήσας | |
Ὀλυμπιάδι σζʹ, | |
5 | Διὶ Ὀλυμπίωι. |
face b.6 | οὗτος ὁ παιδὸς ἀκμήν, ἀνδρὸς δ’ ἐπικείμενος ἀλκήν̣, |
οὗτος ἐφ’ οὗ τὸ καλὸν καὶ σθεναρὸν βλέπεται, | |
τίς πόθεν εἶ; τίνος; εἰπέ· τίνων ἐπινείκια μόχθων | |
αὐχήσας ἔστης Ζηνὸς ὑπὸ προδόμοις; | |
10 | Εἰρηναῖος ἐμοὶ γενέτης, ξένε, τοὔνομ’ Ἀρίστων, |
πατρὶς Ἰωνογενὴς ἀμφοτέρων Ἔφεσος· | |
ἐστέφθην ἀνέφεδρος Ὀλύμπια πανκρατίῳ παῖς | |
τρ̣ι̣σσὰ κατ’ ἀντιπάλων ἆθλα κονεισάμενος. | |
face c.14 | Ἀσίδι μὲν πάση̣ι κηρύσσομαι, εἰμὶ δ’ Ἀρίστων |
15 | κεῖνος ὁ πανκρατίωι στεψάμενος κότινον, |
Ἑλλὰς ὃν εἶπε τέλειον, ὅτ’ εἶδέ με παιδὸς ἐν ἀκμῆι | |
τὴν ἀνδρῶν ἀρετὴν χερσὶν ἐνενκάμενον. | |
οὐ γὰρ ἐν εὐτυχίηι κλήρου στέφος, ἀλλ’ ἐφεδρείης | |
χωρὶς ἀπ’ Ἀλφειοῦ καὶ Διὸς ἠσπασάμην. | |
20 | ἑπτὰ γὰρ ἐκ παίδων παλάμας μόνος οὐκ ἀνέπαυσα, |
ζευγνύμενος δ’ αἰεὶ πάντας ἀπεστεφάνουν. | |
τοιγὰρ κυδαίνω γενέτην ἐμὸν Εἰρηναῖον | |
καὶ πάτρην Ἔφεσον στέμμασιν ἀθανάτοις. | |
Τιβερίου Κλαυδίου Θεσσαλοῦ Κῴου πλειστονείκου. |