IvO 225
[ ] Elis — Olympia — 49 AD
face a.1 Π(όπλιος) Κορνήλιος Εἰρηναίου υἱὸς
Ἀρίστων Ἐφέσιος,   παῖς
  πανκρατιαστὴς νεικήσας
     Ὀλυμπιάδι σζʹ,
5       Διὶ  Ὀλυμπίωι.
face b.6 οὗτος ὁ παιδὸς ἀκμήν, ἀνδρὸς δ’ ἐπικείμενος ἀλκήν̣,
 οὗτος ἐφ’ οὗ τὸ καλὸν καὶ σθεναρὸν βλέπεται,
τίς πόθεν εἶ; τίνος; εἰπέ· τίνων ἐπινείκια μόχθων
  αὐχήσας ἔστης Ζηνὸς ὑπὸ προδόμοις;
10 Εἰρηναῖος ἐμοὶ γενέτης, ξένε, τοὔνομ’ Ἀρίστων,
  πατρὶς Ἰωνογενὴς ἀμφοτέρων Ἔφεσος·
ἐστέφθην ἀνέφεδρος Ὀλύμπια πανκρατίῳ παῖς
  τρ̣ι̣σσὰ κατ’ ἀντιπάλων ἆθλα κονεισάμενος.
face c.14 Ἀσίδι μὲν πάση̣ι κηρύσσομαι, εἰμὶ δ’ Ἀρίστων
15  κεῖνος ὁ πανκρατίωι στεψάμενος κότινον,
Ἑλλὰς ὃν εἶπε τέλειον, ὅτ’ εἶδέ με παιδὸς ἐν ἀκμῆι
  τὴν ἀνδρῶν ἀρετὴν χερσὶν ἐνενκάμενον.
οὐ γὰρ ἐν εὐτυχίηι κλήρου στέφος, ἀλλ’ ἐφεδρείης
  χωρὶς ἀπ’ Ἀλφειοῦ καὶ Διὸς ἠσπασάμην.
20 ἑπτὰ γὰρ ἐκ παίδων παλάμας μόνος οὐκ ἀνέπαυσα,
  ζευγνύμενος δ’ αἰεὶ πάντας ἀπεστεφάνουν.
τοιγὰρ κυδαίνω γενέτην ἐμὸν Εἰρηναῖον
  καὶ πάτρην Ἔφεσον στέμμασιν ἀθανάτοις.
    Τιβερίου Κλαυδίου Θεσσαλοῦ Κῴου πλειστονείκου.
Search Help
Contact Us