[ ]
Elis — Olympia — 49 AD
| face a.1 | Π(όπλιος) Κορνήλιος Εἰρηναίου υἱὸς |
| Ἀρίστων Ἐφέσιος, παῖς | |
| πανκρατιαστὴς νεικήσας | |
| Ὀλυμπιάδι σζʹ, | |
| 5 | Διὶ Ὀλυμπίωι. |
| face b.6 | οὗτος ὁ παιδὸς ἀκμήν, ἀνδρὸς δ’ ἐπικείμενος ἀλκήν̣, |
| οὗτος ἐφ’ οὗ τὸ καλὸν καὶ σθεναρὸν βλέπεται, | |
| τίς πόθεν εἶ; τίνος; εἰπέ· τίνων ἐπινείκια μόχθων | |
| αὐχήσας ἔστης Ζηνὸς ὑπὸ προδόμοις; | |
| 10 | Εἰρηναῖος ἐμοὶ γενέτης, ξένε, τοὔνομ’ Ἀρίστων, |
| πατρὶς Ἰωνογενὴς ἀμφοτέρων Ἔφεσος· | |
| ἐστέφθην ἀνέφεδρος Ὀλύμπια πανκρατίῳ παῖς | |
| τρ̣ι̣σσὰ κατ’ ἀντιπάλων ἆθλα κονεισάμενος. | |
| face c.14 | Ἀσίδι μὲν πάση̣ι κηρύσσομαι, εἰμὶ δ’ Ἀρίστων |
| 15 | κεῖνος ὁ πανκρατίωι στεψάμενος κότινον, |
| Ἑλλὰς ὃν εἶπε τέλειον, ὅτ’ εἶδέ με παιδὸς ἐν ἀκμῆι | |
| τὴν ἀνδρῶν ἀρετὴν χερσὶν ἐνενκάμενον. | |
| οὐ γὰρ ἐν εὐτυχίηι κλήρου στέφος, ἀλλ’ ἐφεδρείης | |
| χωρὶς ἀπ’ Ἀλφειοῦ καὶ Διὸς ἠσπασάμην. | |
| 20 | ἑπτὰ γὰρ ἐκ παίδων παλάμας μόνος οὐκ ἀνέπαυσα, |
| ζευγνύμενος δ’ αἰεὶ πάντας ἀπεστεφάνουν. | |
| τοιγὰρ κυδαίνω γενέτην ἐμὸν Εἰρηναῖον | |
| καὶ πάτρην Ἔφεσον στέμμασιν ἀθανάτοις. | |
| Τιβερίου Κλαυδίου Θεσσαλοῦ Κῴου πλειστονείκου. |