IvO 184
[ ] Elis — Olympia — late 3rd c. BC?
1 πρῶτος ἐγὼ Τρώων Πισάτιδος ἔρνει ἐλαίας
στεφθεὶς καρύχθην, τοὔνομ’ Ἀκεστορίδης·
καὶ μὰν καὶ Λουσοί με κατέστεφον ἠδ’ Ἐπίδαυρος
καὶ Φενεός, Νεμέα τ’ ἴαχεν ἀθλοφόρον.
5 ἦ ῥα τόθ’ Ἑρμοκρέοντος ἐς υἱέα λείπετο πώλων
αἷμα παλαιγενέων κραιπνὸν Ἐριχθονίου.
Search Help
Contact Us