IvO 55
[ ] Elis — Olympia — reign of Trajan or Hadrian
1 ὁ νεωκόρος Ζμυρναίων δῆμος
Τιβέριον Κλαύδιον Ῥοῦφον, τὸν
ἑαυτοῦ πολείτην, ἄνδρα πλειστο-
νείκην καὶ ἱερονείκην ἀπὸ συνόδου,
5 τῶν καθ’ ἑαυτὸν πανκρατιαστῶν
ἀνδρείᾳ τε καὶ σωφροσύνῃ διενένκαντα
καὶ διὰ τὴν πρὸς τοὺς <Σ>εβαστοὺς
γνῶσιν τυχόντα τῆς διὰ γένους
ξυστα̣ρχίας πάντων τῶν ἀγομένων
10 ἀγώνων ἐν Ζμύρνηι, ἐτείμησεν
ἐκ τῶν ἰδίων, καθὼς καὶ Ἠλεῖοι.
Search Help
Contact Us