IvO 54
[ ] Elis — Olympia — reign of Trajan or Hadrian — cf. Nachträge col. 798
face a.1            Ἠλείων ψήφισμα.
ἐμφανίσαντός μοι Μάρκου  Βετιληνοῦ Λ{ι}αίτου {²⁶Λαίτου}²⁶,
ὅτι Τιβέριος Κλαύδιος Ῥοῦφος, ἀνὴρ πανκρα-
τιαστής, ἐπὶ τὸν τῶν Ὀλυμπίων ἀγῶνα παραγε-
5 νόμενος ἐπεδήμησέν τε μετὰ παντὸς
ἐν τῇ πόλει κόσμου, ὡς πάσης αὐτὸν μαρτυρίας
ἐπὶ σωφροσύνῃ καὶ κοινῇ καὶ κατ’ ἄνδρα παρὰ πᾶσιν
ἐπιτήδειον νομίζεσθαι, τάς τε γυμνασίας ἐν
ὄψει τῶν ἑλληνοδικῶν κατὰ τὸ πάτριον τῶν
10 ἀγώνων ἔθος ἀπέδωκεν ἐπιμελῶς, ὡς πρόδηλον
εἶναι τὴν ἐλπίδα τῆς ἐπὶ τὸν ἱερώτατον στέφανον
αὐτῶι, καὶ διότι παραγενόμενος εἰς τὸ στάδιον
ἀξίως καὶ τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ τῆς ἀθλήσεως
καὶ τῆς ὑπὲρ αὐτοῦ παρὰ πᾶσιν ὑπολήψεως ὑπαρ-
15 χούσης ἠγωνίσατο μέγα τι καὶ θαυμαστόν, ὥσπερ
ἦν ἄξιον, ἐπιθέσθαι τὸν Ὀλυμπικὸν στέφανον
ἡγούμενος, καὶ πάντας μὲν ἀνέφεδρος ἐπανκρα-
τίασε τοὺς κλήρους τοῖς δοκιμωτάτοις λαχὼν
ἀνδράσιν, ἐπὶ τοσοῦτον δὲ καὶ ἀρετῆς καὶ εὐψυχίας
20 ἦλθεν, ὥστε περὶ τοῦ στεφάνου πανκρατιάζων
πρὸς ἄνδρα λελονχότα ἐφεδρείαν καλλείω
λογίσασθαι τῆς ψυχῆς ὑπεριδεῖν ἢ τῆς περὶ τὸν
           στέφανον ἐλπίδος,
face b.24 καὶ ὅτι μέχρι νυκτός, ὡς ἄστρα καταλαβεῖν,
25 διεκαρτέρησε, ὑπὸ τῆς περὶ τὴν̣ νείκην
ἐλπίδος ἐπὶ πλεῖστον ἀγωνίσζεσθαι προτρε-
πόμενος, ὥστε καὶ ὑπὸ τῶν πολειτῶν τῶν
ἡμετέρων καὶ ὑπὸ τῶν τῆς οἰκουμένης θεατῶν
συνειλεγμένων ἐπὶ τὸν ἱερώτατον τῶν
30 Ὀλυμπίων ἀγῶνα θαυμάζεσθαι, καὶ διὰ ταῦτα
λέγοντος δεῖν τειμάς τε τῷ ἀνδρὶ ψηφισ-
θῆναι τὸ ὅσον ἐπ’ αὐτῷ καὶ αὐξήσαντι καὶ συν-
κοσμήσαντι τὸν ἀγῶνα, καὶ ἐπιτραπῆναι
ἀνδριάντα αὐτῷ ἐπὶ τῆς Ὀλυμπίας ἀναστῆσαι
35 ἐπιγραφὴν ἔχοντα τήν τε τῶν ἄλλων
ἀγώνων μαρτυρίαν καὶ δηλοῦσαν ὑπὲρ
τῆς ἱερᾶς ἣν μόνος ἀπ’ αἰῶνος ἀνδρῶν
ἐποίησεν, ἔδοξεν τοῖς τε ἄ̣ρχουσι
καὶ παντὶ τῷ δήμῳ, ἐπαινέσαι μὲν Λαῖτον
40 τῆς <ε>ἰσηγήσεως, τετειμῆσθαι δὲ Ῥοῦφον
πολειτείᾳ, καὶ ἐπιτραπῆναι {ν} αὐτῷ ἀνα-
θεῖναι ἀνδριάντα ἐπὶ τῆς Ὀλυμπίας
ἐπιγραφὴν ἔχοντα τὴν προγεγραμμένην.
Search Help