[ ]
Elis — Olympia — reign of Trajan or Hadrian — cf. Nachträge col. 798
| face a.1 | Ἠλείων ψήφισμα. |
| ἐμφανίσαντός μοι Μάρκου Βετιληνοῦ Λ{ι}αίτου {²⁶Λαίτου}²⁶, | |
| ὅτι Τιβέριος Κλαύδιος Ῥοῦφος, ἀνὴρ πανκρα- | |
| τιαστής, ἐπὶ τὸν τῶν Ὀλυμπίων ἀγῶνα παραγε- | |
| 5 | νόμενος ἐπεδήμησέν τε μετὰ παντὸς |
| ἐν τῇ πόλει κόσμου, ὡς πάσης αὐτὸν μαρτυρίας | |
| ἐπὶ σωφροσύνῃ καὶ κοινῇ καὶ κατ’ ἄνδρα παρὰ πᾶσιν | |
| ἐπιτήδειον νομίζεσθαι, τάς τε γυμνασίας ἐν | |
| ὄψει τῶν ἑλληνοδικῶν κατὰ τὸ πάτριον τῶν | |
| 10 | ἀγώνων ἔθος ἀπέδωκεν ἐπιμελῶς, ὡς πρόδηλον |
| εἶναι τὴν ἐλπίδα τῆς ἐπὶ τὸν ἱερώτατον στέφανον | |
| αὐτῶι, καὶ διότι παραγενόμενος εἰς τὸ στάδιον | |
| ἀξίως καὶ τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ τῆς ἀθλήσεως | |
| καὶ τῆς ὑπὲρ αὐτοῦ παρὰ πᾶσιν ὑπολήψεως ὑπαρ- | |
| 15 | χούσης ἠγωνίσατο μέγα τι καὶ θαυμαστόν, ὥσπερ |
| ἦν ἄξιον, ἐπιθέσθαι τὸν Ὀλυμπικὸν στέφανον | |
| ἡγούμενος, καὶ πάντας μὲν ἀνέφεδρος ἐπανκρα- | |
| τίασε τοὺς κλήρους τοῖς δοκιμωτάτοις λαχὼν | |
| ἀνδράσιν, ἐπὶ τοσοῦτον δὲ καὶ ἀρετῆς καὶ εὐψυχίας | |
| 20 | ἦλθεν, ὥστε περὶ τοῦ στεφάνου πανκρατιάζων |
| πρὸς ἄνδρα λελονχότα ἐφεδρείαν καλλείω | |
| λογίσασθαι τῆς ψυχῆς ὑπεριδεῖν ἢ τῆς περὶ τὸν | |
| στέφανον ἐλπίδος, | |
| face b.24 | καὶ ὅτι μέχρι νυκτός, ὡς ἄστρα καταλαβεῖν, |
| 25 | διεκαρτέρησε, ὑπὸ τῆς περὶ τὴν̣ νείκην |
| ἐλπίδος ἐπὶ πλεῖστον ἀγωνίσζεσθαι προτρε- | |
| πόμενος, ὥστε καὶ ὑπὸ τῶν πολειτῶν τῶν | |
| ἡμετέρων καὶ ὑπὸ τῶν τῆς οἰκουμένης θεατῶν | |
| συνειλεγμένων ἐπὶ τὸν ἱερώτατον τῶν | |
| 30 | Ὀλυμπίων ἀγῶνα θαυμάζεσθαι, καὶ διὰ ταῦτα |
| λέγοντος δεῖν τειμάς τε τῷ ἀνδρὶ ψηφισ- | |
| θῆναι τὸ ὅσον ἐπ’ αὐτῷ καὶ αὐξήσαντι καὶ συν- | |
| κοσμήσαντι τὸν ἀγῶνα, καὶ ἐπιτραπῆναι | |
| ἀνδριάντα αὐτῷ ἐπὶ τῆς Ὀλυμπίας ἀναστῆσαι | |
| 35 | ἐπιγραφὴν ἔχοντα τήν τε τῶν ἄλλων |
| ἀγώνων μαρτυρίαν καὶ δηλοῦσαν ὑπὲρ | |
| τῆς ἱερᾶς ἣν μόνος ἀπ’ αἰῶνος ἀνδρῶν | |
| ἐποίησεν, ἔδοξεν τοῖς τε ἄ̣ρχουσι | |
| καὶ παντὶ τῷ δήμῳ, ἐπαινέσαι μὲν Λαῖτον | |
| 40 | τῆς <ε>ἰσηγήσεως, τετειμῆσθαι δὲ Ῥοῦφον |
| πολειτείᾳ, καὶ ἐπιτραπῆναι {ν} αὐτῷ ἀνα- | |
| θεῖναι ἀνδριάντα ἐπὶ τῆς Ὀλυμπίας | |
| ἐπιγραφὴν ἔχοντα τὴν προγεγραμμένην. |