[ ]
Kypros — Salamis: Agios Sergios — 2nd c. BC — GVI 1833
1 | τύμβε, τίνος τόδε σῆμα; τεὰν ὑπὸ λισσάδα κε[ῖται] |
τίς, φράσον, οἰκτροτάταν μοῖραν ἐνεγκάμενο[ς]; | |
Δημῶναξ, Σαλαμὶς ὃν ἐθρέψατο παῖδα φέριστον, | |
ἐμπορίαις πικρὸν δ’ εἰς Ἀχέροντ’ ἔμολεν, | |
5 | πόντον ἐπιπλώσας ἁλιμυρέα καὶ πολυκλαύτωι |
ματέρι καὶ γενέται στυγνὰ λιπὼν δάκρυα· | |
οὐχ ἧψαν γὰρ φῶς τὸ γαμήλιον οὐδ’ ὑμέναιον | |
ἔκλαγον, ἀλλὰ γόους ὀκτακαιεικοσέτους. | |
οὐ κακός ἐστ’ Ἀΐδας; πάρι[θ]ι, ξένε, "χαῖρε" προσείπας, | |
10 | κοινὸν ἐπεὶ θνατοῖς ὁ πλόος εἰς φθιμένους. |