[ ]
Kypros — Amathous — mid/end 3rd c. AD? — Audollent, Defix. Tab. 28 — cf. AJA 85.184, GRBS 26.193 (prov.)
See also:
| 1 | δέμονες οἱ κατὰ γῆν κὲ δέμονες οἵτινές ἐστε κὲ πατέρες πατέρων |
| κὲ μητέρες ἀντιενίριοι οἵτινες ἐνθάδε κῖσθε κὲ οἵτινες ἐνθάδε κάθεστε | |
| θυμὸν ἀπὸ κραδίης πολυκηδέα πρόσθε λαβόντες, παραλάβετε τοῦ Ἀφροδισια[νοῦ] | |
| τὸν θυμὸν τὸν πρὸσς {²⁶πρὸς}²⁶ ἐμὲ ἔχι τὸν Ἀρτεμίδωρον κὲ τὴν ὀργὴν κὲ ἀφέλεσθε α[ὐτοῦ] | |
| 5 | τὴν δύναμιν κὲ τὴν ἀλκὴν κὲ ποιήσατε αὐτὸν ψυχρὸν κὲ ἄφωνον κὲ ἀπνεύ- |
| μοναν, ψυχρὸν εἰς ἐμὲ τὸν Ἀρτεμίδωρον. ὁρκίσζω ὑμᾶς κατὰ τῶν με- | |
| γάλων θεῶν Μασωμασιμαβλαβοιω μαμαξω Ευμαζων ενδενεκοπτουρ[α] | |
| μελοφθημαραρ ακου ραερω εαικαμαδωρ μαχθουδουρας κιθωρασα κηφοζων | |
| θεα αθχαμοδοιραλαρ ακου ραεντ ακου ραλαρ ἀκούεστε αλαρ ουεχεαρμαρλαρ | |
| 10 | καραμεφθη Σισοχωρ ἀδωνία χθὼν χουχιμαθερφες θερμομασμαρ ασ- |
| μαχουχιμανου φιλαεσωσι· χθόνιοι θεοί, παραλάβετε τοῦ Ἀφροδισιανοῦ [τὸν] | |
| θυμὸν κὲ τὴν ὀργὴν τὴν εἰς ἐμὲ ἔχι τὸν Ἀρτεμίδωρ[ον, κ]ὲ παράδοτε τῷ κ[ατ’ Ἅ]- | |
| δη θυρουρῷ Μαθυρευφραμενος κὲ τὸν ἐπὶ τοῦ πυλῶνος τοῦ Ἅδο[υς κὲ] | |
| τῶν κλῄθρων τοῦ οὐρανοῦ [τ]εταγμ[έ]νον Στηρξερξ ιρηξα ῥησίχθω[ν] | |
| 15 | αρδαμαχθουρ πριστευ λαμπαδευ στενακτὰ θάψατε τὸν προγεγ[ραμ]- |
| μένον ἐπὶ τοῦδε τοῦ φιμωτικοῦ κα[τ]αθέματος. ἐνορκίσζω ὑμῖν τὸ<ν> βα[σιλέ]- | |
| αν τῶν κωφῶν δεμόνων· ἀκούσατε τοῦ μεγάλου ὀνόματος, ἐπιτάσσι γὰ[ρ] | |
| ὑμῖν ὁ μέγας Σισοχωρ ὁ ἐξάγων τοῦ Ἅδους τὰς πύλας κὲ καταδήσατε τ[οῦ] | |
| ἀντιδίκου μου τοῦ Ἀφροδισιανοῦ κὲ κατακοιμίσατε τὴν γλῶσσαν τὸν θυμ[ὸν] | |
| 20 | τὴν ὀργὴν τὴν εἰς ἐμὲ ἔχι τὸν Ἀρτ[ε]μιίδωρον {²⁶Ἀρτεμίδωρον}²⁶ ὁ Ἀφροδισιανός, εἵνα μὴ δύ- |
| [νη]τέ μοι μηδενὶ πρ[άγματ]ι ἐνα[ντιωθ]ῆνε. ὁρκίσζω ὑμᾶς δέμονες πολ[υ]- | |
| [άνδριοι κὲ β]ιοθάν[ατοι κὲ ἄπο]ρο[ι] ταφῆς κατὰ τῆ<ς> ῥησιχθόν[ης] | |
| [τῆς κατεν]ενκάσ[ης Μελιούχου τὰ μέλη] κὲ αὐτὸν Μελιοῦχο[ν. ἐνορκίσζω] | |
| [ὑμᾶς κατὰ τοῦ Ἀχαλεμορφω]θ ὅστις ἐστὶν μ[όνος ἐπίγιος θεὸς] | |
| 25 | [Οσους οισωρνοφρις ουσραπιω ποιή]σατε [τὰ ἐνγεγραμμένα]. |
| [— — — — — — — — — — — — — — — — — — — — — — — —] |