[ ]
Kos Isl. — Kos — ca. 300 BC — excerpt (unpub.)
| 1 | ... ὅπως δὲ Τήλιοι καὶ εἰς τὸν ἐπίλοι- |
| πον χρόνον ὁμονοεῦντες διατελῶντι, ὀμοσάντω τοὶ γεγενημέ- | |
| νοι ἀπό τε ὀκτωκαίδεκα ἐτέων πάντες θεὸς τὸς ὁρκίος κατὰ ἱερῶν νεο- | |
| καύτων τὸν ὅρκον τόνδε· ἐμμενέω ἐν τῶι πολιτεύματι τῶι καθεστακό- | |
| 5 | τι καὶ διαφυλαξέω τὰν δαμοκρατίαν καὶ οὐ μνασικακησέω περὶ τῶν |
| [ἐν τᾶι κ]ρίσ[ει] γενομένων οὐδὲ πραξέω παρὰ τὰν διάλυσιν τάνδε οὐδὲν | |
| [οὐδὲ] ὅλπα ἐναντία θησεῦμαι τῶι δάμωι οὐδὲ τὰν ἄκραν καταλαμψεῦντι | |
| συμβουλευσέω οὐδὲ ἄλλωι ἐπιβουλεύοντι οὐδὲ καταλύοντι τὸν δᾶ- | |
| μον εἰδὼς ἐπιτραψέω· αἰ δέ κα αἴσθωμαί τινα νεωτερίζοντα ἢ συλ- | |
| 10 | λόγους συνάγοντα ἐπὶ καταλύσει τοῦ δάμου, δηλωσέω τοῖς ἄρχου- |
| σιν· εὐορκεῦντι μέμ μοι ἦμεν πολλὰ ἀγαθά, ἐφιορκεῦντι δὲ τὰ ἐναν- | |
| τία ... |