[ ] Kos Isl. — Kos — mid-4th c. BC — Paton-Hicks 37 — SGDI III,1 3636 — LSCG 151A
front face.1 [— — — — — — — — — κα]ὶ εὔχ̣ο[ν]τ̣[αι] τ̣ο̣ῖ̣ς̣ ἐ̣σ̣α̣γ̣μ̣έ̣ν̣ο̣ι̣ς ἐς ἄ̣λ̣λ̣[α]-
[ς] φ̣υ̣λὰ̣ς̣ [θ]ε̣[οῖς ἀρχ]α̣γ̣έ̣τ̣α̣[ι]ς̣ κ̣α̣θ̣άπερ το̣ῖ̣ς̣ ἄ̣λλ[οι]ς θ̣εο̣ῖς̣, ἑ̣ο̣ρ̣[τᾶ]-
[ν ἐνιαύτια ὡρ]α̣ῖ̣α̣(?) ἱ̣ερ̣ε̣ὺ̣ς̣ κ̣α̣ὶ̣ ἱ̣ε̣ρ̣ο̣φ̣ύ̣λα̣κ̣ε̣ς̣ κ̣α̣ὶ ἀρχε̣ύο̣[ντ]-
[ε]ς̣ [ἀ]π̣ο̣[καρ]υ̣σ̣σ̣ό̣ν̣τω, ἱεροποιοὶ δὲ καὶ τοὶ κάρυκες ἰόντω κ[α]-
5 [τ]ὰ χ[ι]λ̣[ιασ]τ̣ύας, β̣οῦς δὲ ἐ̣ν̣ν̣ῆ̣ [ἐ]λᾶ̣ν̣τ̣ι, β̣ο̣ῦν ἐξ ἐνάτας ἑκάστ̣[ας],
[ἐ]ξ Α̣․․․․έ̣ων καὶ Πασ̣θ̣ε̣μιδ̣ᾶν π̣ρ̣άτων καὶ Ν̣[οσ]τ̣ι̣δ̣ᾶ̣ν̣· ἐς δὲ
[τ]ὰν ἀ[γο]ρὰν ἐλάντω Πάμφ̣υλο̣ι πρᾶτοι, ἐν ἀγορᾶι δὲ συμμίσ̣-
[γ]ο̣ν̣τ̣α̣ι̣· ὁ̣ δὲ ἱερεὺς̣ κ̣α̣θ̣ήσθω [παρὰ] τ̣[ὰ]ν̣ τ̣ράπεζαν ἔχων τὰ[ν σ]-
τ̣ο̣λ̣ὰ̣ν̣ τὰν ἱεράν, το̣ὶ̣ δ̣ὲ ἱερ̣[οποιοὶ ἑκατ]έρω τᾶς τραπέζας· Π̣[άμ]-
10 ]υ̣λ̣ο̣ι̣ δὲ ἐπελάντω βοῦ̣[ς τρεῖς τοὺ]ς καλλίσ̣τους, αἰ μ[έγ κα]
τ̣ο̣ύτωγ κριθῆι τις· α̣ἰ̣ δ̣ὲ̣ [μή, Ὑλλεῖς τρ]εῖς ἐλάντω, αἰ μέγ [κα τ]-
[ο]ύτωγ κριθῆι τις· αἰ δὲ μ̣[ή, Δυμᾶνες τρ]ε̣ῖς τοὺς λ̣οιπούς, αἰ̣ [μέ]-
γ̣ κ̣α τούτων κριθῆι τις· αἰ̣ [δὲ μή, ἁτέρους] ἐ̣λάντω ἐς τὰν ἀγ[ο]-
[ρ]ὰν καὶ ἐπελάντω κατὰ τ̣α̣[ὐτά, αἰ μ]έγ κα τούτωγ κριθῆι τ[ις]·
15 αἰ δὲ μή, τρίτον ἐπελάντω κατὰ τα̣[ὐτ]ά· αἰ δέ κα τούτωγ κρι[θῆι]
μ̣ηδείς, ἐπικρινόντ̣ω̣ β̣οῦν ἐκ χι̣[λιασ]τύος ἑκάστας· ἐλά̣[σα]-
ντες δὲ τούτους̣ σ̣υμμίσγο̣ν̣[ται τοῖ]ς ἄλλοις καὶ εὐθὺ κ̣[ρίν?]-
ο̣ντι καὶ εὔχονται καὶ ἀποκαρύ̣[σσο]ντι· ἔπειτα ἐπελᾶντ[ι αὖ]-
τις κατὰ ταὐτά· θύεται δέ, αἰ μέγ κα ὑποκύψ̣ει, τᾶι Ἱστίαι· θύ[ει]
20 δ̣ὲ̣ γ̣ερεαφό̣ρος βασιλέων καὶ ἱερὰ παρέχει καὶ ἐπιθύει ἱερὰ ἐξ̣ [ἡ]-
μ̣ιέκτου· γέρη δὲ λαμβάνει τὸ δέρμα καὶ τὸ σκέλος, ἱεροπο̣ι̣[οὶ]
δ̣ὲ σ̣κέλος, τὰ δὲ ἄλλα κρέα τᾶς πόλιο̣ς· τὸν δὲ κριθέντα τ[ῶι]
Ζηνὶ κάρυκες ἄγοντι ἐς ἀγοράν· ἐπεὶ δέ κα ἐν τᾶι ἀγορᾶι ἔω[ν]-
τ̣ι̣, ἀγορεύει οὗ κα ἦι ὁ βοῦς ἢ ἄλλος ὑπὲρ κήνου ἐνδέξιο[ς]·
25 "[Κώ]ι̣ο̣ις παρέχω τὸμ̣ β̣οῦν, Κῶιοι δὲ τιμὰν ἀποδόντω {το} τᾶι Ἱστία̣[ι]
τ̣ιμώντω δὲ προστάται ὀμόσαντες παραχρῆμα· ἐπεὶ δέ κα τι[μα]-
[θῆ]ι, ἀναγορευέτω ὁ κᾶρυ̣ξ ὁπόσσ̣ο̣υ̣ κ̣α̣ τ̣ι̣μ̣α̣θ̣ῆι· τουτῶ δὲ ἐ̣λ̣ᾶντ[ι πα]-
[ρ]ὰ τὰν Ἱστίαν τὰν Ἑ̣ται̣ρ̣ε̣ίαν καὶ θ̣ύ̣ο̣ν̣τ̣ι̣(?)· ὁ̣ δ̣ὲ̣ ἱ̣ερεὺς στέπ̣τει καὶ [ἐπι]-
σπένδει κύλικα οἴνου κεκραμένου π̣ρ̣ὸ̣ τοῦ β̣ο̣ό̣ς· ἔπειτα ἄγοντι τὸ̣[μ β]-
30 [ο]ῦν καὶ τὸγ καυτὸν καὶ φ̣θ̣όιας ἑπτὰ̣ καὶ μ̣έλι καὶ στέμμα· ἐξάγο̣[ντ]-
[ε]ς δὲ καρύσσοντι εὐφαμίαν· κηνεῖ̣ δ̣ὲ̣ ἐ̣κ̣δ̣ή̣σαντες τὸμ βοῦν κα[τ]-
ά̣ρ̣χονται θαλλῶι καὶ δ̣ά̣φ̣ναι· τοὶ δ̣ὲ̣ [κάρυκες κ]αρπῶντι τὸμ μὲγ χοῖ-
[ρο]γ̣ καὶ τὰ σπλάγχνα ἐπὶ τοῦ βωμοῦ ἐπισ̣π̣έ̣ν̣δ̣οντες μελίκρατον, ἔ[ντ]-
[ερ]α̣ δ̣ὲ ἐκπλύναντες παρὰ τ̣ὸ̣[μ βωμὸν κα]ρ̣πῶντι· ἐπεὶ δέ κα καρπω[θῆι]
35 ἄ̣ποτ̣α̣, ἐπισπενδέτω μελίκρα̣τ̣ο̣ν̣· ὁ̣ δ̣ὲ̣ [κᾶρ]υ̣ξ καρυσσέτω ἑορτάζε̣[ν Ζην]-
ὸ̣ς̣ Πολ̣ι̣έ̣ως ἐνιαύτια ὡραῖα ἑορ̣τ̣ά̣ν̣· [ἱερεὺς] δ̣ὲ̣ τοῖς ἐντέροις ἐπιθυέ[τω]
[θ]ύ̣η καὶ το̣ὺ̣ς̣ φθόιας καὶ σπονδὰς [ἄκρατο]ν̣ καὶ κεκραμέναν καὶ στέ[μ]-
μ̣α· τουτῶ δὲ ἰόντω πὰρ τοὺς ἱαροπο̣ι̣ὸ̣ς̣ ἐ̣ς̣ τὸ οἴκημα τὸ δαμόσιον ἱα̣[ρ]-
ε̣ὺ̣ς καὶ κάρυκες, ἱαροποιοὶ δὲ ξενίζον̣τ̣ι̣ τ̣[ὸν] ἱερῆ καὶ τὸς κάρυκας τα̣[ύ]-
40 τ̣αν τὰν νύκτα· ἐπεὶ δέ κα σπονδὰς π̣[οιή]σ[ω]νται, αἱρέσθω ὁ ἱαρεὺς̣ [σ]-
[φ]α̣γ̣ῆ τῶν ἱαροποιῶν βοὸς τοῦ θυομένου τῶι Ζηνὶ τῶι Πολιῆι καὶ προα̣[γο]-
[ρ]ε̣υέτω̣ ἁ̣γνεύεσθαι γυναικὸς καὶ ἀν̣δ̣[ρὸ]ς ἀντὶ νυκτός· τοὶ δὲ κάρυ̣[κε]-
[ς] α̣ἱ̣ρεί̣σθ̣ω σφαγῆ τοῦ βοὸς ὅγ κα χρήιζωντι ηὑτῶν καὶ προαγορευέ[τω]
[ὅς κα δή]λ̣ηται τῶι αἱρε̣θέντι κατὰ ταὐτά̣ ⋮ τᾶι αὐτᾶι ἁμέραι· Διονύσωι [Σκ]-
45 υ̣λ̣λ̣ί̣ται χοῖρος καὶ ἔριφος· τοῦ χοίρου οὐκ ἀποφορά· θύει δὲ ἱερεὺς κ[αὶ ἱε]-
[ρ]ὰ πα̣ρ̣έχει· γέρη φέρει δέρμα̣, σ̣κέλος #⁵⁶ ἰκάδι· βοῦς ὁ κριθεὶς θύεται Ζηνὶ̣
[Πο]λ̣ι̣ῆ̣ι̣· ἔνδορα ἐνδέρεται· ἐφ’ ἑστίαν θύεται ἀλφίτων ἡμίεκτον, ἄρτο[ι]
[δ]ύ̣ο ἐξ ἡμιέκτου, ὁ ἅτερος τυρ̣ώδης, καὶ τὰ ἔνδορα· καὶ ἐπισπένδει ὁ ἱε[ρ]-
ε̣ὺ̣ς̣ τούτοις οἴνου κρατῆρας τρεῖς· γέρη τοῦ βοὸς τῶι ἱερῆι δέρμα κ[αὶ σ]-
50 [κέ]λ̣ο̣ς̣ —— ἱερὰ ἱαρεὺς παρέχει —— 〚․ε〛 καὶ χέλυος ἥμισυ καὶ κοιλίας ἥμ[ι]-
[συ]· θυαφόρωι δὲ τοῦ σκέλεος τοῦ τῶν ἱεροποιῶν δίδοται ἀκρίσχιον, [κάρυ]-
[ξι ν]ώ̣τ̣ου δίκρεας, ὑπώμαια, αἱματίου ὀβελὸς τρικώλιος, Νεστορίδαι̣[ς]
[δὲ] ν̣ώ̣τ̣ου δίκρεας, ἰατροῖς κρέας, αὐλητᾶι κρέας, χαλκέων καὶ κερα̣[μέ]-
[ω]ν ἑκατέροις τὸ κεφάλαιο[ν· τὰ δὲ ἄλ]λ̣α̣ κ̣ρ̣έ̣α̣ τ̣ᾶ̣ς̣ π̣ό̣λ̣ι̣ο̣ς̣· τ̣α̣ῦ̣τ̣α̣ π̣ά̣ν̣[τα]
55 [οὐκ] ἀ̣π̣ο̣φ̣έ̣ρ̣ε̣τ̣α̣ι̣ ἐ̣κ̣τ̣ὸ̣ς̣ τ̣ᾶς̣ π̣[όλιος ⋮] τ̣ᾶ̣ι αὐτᾶι ἁμέραι· Ἀθαναίαι Πο[λι]-
ά̣δι ὄις κυέοσα· θύει δὲ ἱε[ρεὺς καὶ] ἱερὰ παρέχει· γέρη λαμβάνει δέ̣[ρ]-
μ̣α καὶ σκέλος #⁵⁶ ἐνάται με[τ’ ἰκ]ά̣δ̣α· Διονύσωι Σκυλλίται χοῖρος [καὶ]
ἔ̣ρ̣ιφος· τοῦ χοίρου οὐκ ἀποφορά· θύει ἱερεὺς καὶ ἱερὰ παρέχει· γέρη [λ]-
α̣μβάνει δέρμα καὶ σκέλος #⁵⁶ ἑβδόμαι ἀνομένο̣υ̣· ἐσς Ἀλκηίδας Δά̣[μ]-
60 ατρι ὄις τέλεως καὶ τελέα κυέοσα· τούτων οὐκ ἀποφορά· κύλικες κ̣[αι]-
[ν]α̣ὶ δύο δίδονται· θύει̣ ἱ̣ε̣ρ̣ε̣ὺ̣ς̣ [καὶ ἱερ]ὰ̣ παρέχει· γέρη δὲ οὔατα. ἕχκτ[αι· Δι]-
ο̣ν̣ύ̣σ̣ω̣ι̣ Σκυλλίτα[ι χοῖρος καὶ ἔριφος]· τ̣ο̣ῦ̣ χ̣ο̣ίρ̣ο̣υ̣ [ο]ὐ̣κ̣ [ἀποφορά· θύει]
[ἱ]ε̣[ρε]ὺ̣ς̣ κ̣[αὶ ἱερὰ παρέχει· γέρη λαμβάνει δέρμα καὶ σκέλος. — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
65
left edge.1a.1 τ̣ῶν θυομένων
τ̣ᾶι Λευκοθῆι
ἀποφορὰ ἐς ἱέρ̣-
εαν.
5
1b.1 τρεῖς καὶ χύτρα.
Search Help
Contact Us