[ ]
Thessalia (Magnesia) — Demetrias — ca. 225-200 BC — GVI 1693 — McDevitt 752
1 | εἰ κέκρικας χρηστήν, Ῥαδάμανθυ, γυναῖκα καὶ ἄλλην, |
ἢ Μίνως, καὶ τήνδε, οὖσαν Ἀριστομάχου | |
κούρην· εἰς μακάρων νήσους ἄγετ’· εὐσεβίαν γὰρ | |
ἤσκει καὶ σύνεδρον τῆσδε δικαιοσύνην. | |
5 | ἣν Τύλισος μὲν ἔθρεψε, πόλις Κρῆσσα, ἥδε δὲ γαῖα |
ἀμφέπει ἀθάνατον· μοῖρα σοί, Ἀρχιδίκη. |