[ ]
Thessalia (Magnesia) — Demetrias — decree of Olosson — shortly after 168 BC — McDevitt 705
See also:
[ἀγαθῆι τύχηι. στρατηγοῦντος τῶν Περραιβῶν Φιλο]- | |
1 | [ξένου τοῦ Εὐάρ]χ̣ου, τοῦ πρεσβυτέρου, Φαλανν[αίου], |
[ἱερέως δὲ τοῦ] Ἀσκληπιοῦ ἐν Ὀλοσσόνι Καλλ̣[ιβίου τοῦ] | |
[Αὐτοβούλου· μην]ὸς Γορπιαίου ὀγδόηι ἀπιόντος· [Σώπα]- | |
[τρος Ἐπίνου, Σιλ]ανίων Ξενοκράτου, Παυσαν[ίας ․5-6․․] | |
5 | [— — — — εἶπαν· ἐ]πεί, ἀποστειλάντων ἡμῶν [πρὸς τὴν πό]- |
[λιν τὴν Δημητριέων] πρεσβευτὰς καὶ δικασταγωγο[ὺς ․5-6․․] | |
[δεῖνος καὶ Φιλέ]ταιρον Πολυκλέους, Δημητριε[ῖς, φίλ]οι ὄν- | |
[τες, καὶ προθύμως τῆι πό]λει τῆι Ὀλοσσονίων κατακολουθήσαν- | |
[τες τοῖς παρακαλουμ]ένοις, ἔπεμψαν δικαστὰς Φιλόμηλον Δι- | |
10 | [ογνήτου, Νικασίβουλον Ἀ]ρνίου, Φιλόστρατον Ἱστιαίου καὶ γραμ[μ]- |
[ατέα Ξενοκράτην Ξεν]οκρίτου, ἄνδρας καλοὺς καὶ ἀγαθούς, οἵτι̣- | |
[νες, παραγενόμενοι εἰ]ς Ὀλοσσόνα, τήν τε ἀναστροφὴν <ἐ>ποι- | |
[ήσαντο ἀξίως αὑτῶν] τε καὶ τῶν πεμψάντων, καὶ τὰς δίκα[ς] | |
[καὶ εὐθύνας ἔκριναν, πάσα]ς δὲ διεξηγάγοσαν ἀπὸ παντὸς τοῦ | |
15 | [δικαίου· ἵνα οὖν καὶ ἡ πό]λις τῶν Ὀλοσσονίων εὐχάριστος φαίνη- |
[ται, ἔδοξεν ἐν τῆι ἐκκλ]ησίαι ἐπαινέσαι μὲν τὴν πόλιν Δημη- | |
[τριέων ἐπὶ τῆι προαιρέ]σει, ᾗ ἔχει πρὸς τοὺς Ὀλοσσονίους, ἐ- | |
[παινέσαι δὲ καὶ τοὺς δ]ι̣καστὰς Φιλόμηλον, Νικασίβουλον, | |
[Φιλόστρατον καὶ τὸν γρα]μματέα Ξενοκράτην ἐπὶ τῶι ἀνεσ- | |
20 | [τράφθαι ἐν ἡμῖν ἀξί]ως μὲν αὑτῶν, ἀξίως δὲ τῶν ἀπο- |
[στειλάντων· καὶ στεφ]α̣νῶσαι αὐτοὺς θαλλοῦ στεφάνωι· | |
[καὶ ξένια δοῦναι αὐτοῖς τ]ὰ μέγιστα ἐκ τῶν νόμων· καλέσαι δὲ | |
[αὐτοὺς καὶ ἐπὶ τὴν κοινὴ]ν ἑστίαν· δεδόσθαι δὲ αὐτοῖς καὶ πά- | |
[ντα τὰ τίμια· προξενί]αν καὶ πολιτείαν, ἔνκτησιν, ἀσφάλει- | |
25 | [αν χρόνον τὸν ἅπαντ]α καὶ αὐτοῖς καὶ ἐκγόνοις καὶ πολέ- |
[μου καὶ εἰρήνης, καθ’ ἃ καὶ τοῖ]ς ἄλλοις προξένοις καὶ εὐεργέταις. | |
[ἐπιμελὲς δ’ ἔστω τοῖς ἐνάρχο]ι̣ς ταγοῖς, ἵνα ἀναγραφῆι τόδε τὸ ψή- | |
[φισμα εἰς κίονα λιθίνη]ν καὶ οἱ στέφανοι κολαφθῶσιν· κα̣ὶ ἐπι- | |
[γράψαι· "ἡ πόλις ἡ Ὀλοσσον]ίων Φιλόμηλο̣ν̣ Διογνήτου, Ν̣ι̣κασ̣[ίβο]υ̣- | |
30 | [λον Ἀρνίου, Φιλό]στ[ρατον Ἱσ]τ[ιαίου ἀρετῆς ἕνεκα καὶ εὐνοίας] |
[τῆς εἰς αὑτήν" — — — — — — — — — — — — — — — — — — — —] |