[ ] Thessalia (Magnesia) — Demetrias — decree of Olosson — shortly after 168 BC — McDevitt 705
See also:
[ἀγαθῆι τύχηι. στρατηγοῦντος τῶν Περραιβῶν Φιλο]-
1 [ξένου τοῦ Εὐάρ]χ̣ου, τοῦ πρεσβυτέρου, Φαλανν[αίου],
[ἱερέως δὲ τοῦ] Ἀσκληπιοῦ ἐν Ὀλοσσόνι Καλλ̣βίου τοῦ]
[Αὐτοβούλου· μην]ὸς Γορπιαίου ὀγδόηι ἀπιόντος· [Σώπα]-
[τρος Ἐπίνου, Σιλ]ανίων Ξενοκράτου, Παυσαν[ίας ․5-6․․]
5 [— — — — εἶπαν· ἐ]πεί, ἀποστειλάντων ἡμῶν [πρὸς τὴν πό]-
[λιν τὴν Δημητριέων] πρεσβευτὰς καὶ δικασταγωγο[ὺς ․5-6․․]
[δεῖνος καὶ Φιλέ]ταιρον Πολυκλέους, Δημητριε[ῖς, φίλ]οι ὄν-
[τες, καὶ προθύμως τῆι πό]λει τῆι Ὀλοσσονίων κατακολουθήσαν-
[τες τοῖς παρακαλουμ]ένοις, ἔπεμψαν δικαστὰς Φιλόμηλον Δι-
10 [ογνήτου, Νικασίβουλον Ἀ]ρνίου, Φιλόστρατον Ἱστιαίου καὶ γραμ[μ]-
[ατέα Ξενοκράτην Ξεν]οκρίτου, ἄνδρας καλοὺς καὶ ἀγαθούς, οἵτι̣-
[νες, παραγενόμενοι εἰ]ς Ὀλοσσόνα, τήν τε ἀναστροφὴν <ἐ>ποι-
[ήσαντο ἀξίως αὑτῶν] τε καὶ τῶν πεμψάντων, καὶ τὰς δίκα[ς]
[καὶ εὐθύνας ἔκριναν, πάσα]ς δὲ διεξηγάγοσαν ἀπὸ παντὸς τοῦ
15 [δικαίου· ἵνα οὖν καὶ ἡ πό]λις τῶν Ὀλοσσονίων εὐχάριστος φαίνη-
[ται, ἔδοξεν ἐν τῆι ἐκκλ]ησίαι ἐπαινέσαι μὲν τὴν πόλιν Δημη-
[τριέων ἐπὶ τῆι προαιρέ]σει, ᾗ ἔχει πρὸς τοὺς Ὀλοσσονίους, ἐ-
[παινέσαι δὲ καὶ τοὺς δ]ι̣καστὰς Φιλόμηλον, Νικασίβουλον,
[Φιλόστρατον καὶ τὸν γρα]μματέα Ξενοκράτην ἐπὶ τῶι ἀνεσ-
20 [τράφθαι ἐν ἡμῖν ἀξί]ως μὲν αὑτῶν, ἀξίως δὲ τῶν ἀπο-
[στειλάντων· καὶ στεφ]α̣νῶσαι αὐτοὺς θαλλοῦ στεφάνωι·
[καὶ ξένια δοῦναι αὐτοῖς τ]ὰ μέγιστα ἐκ τῶν νόμων· καλέσαι δὲ
[αὐτοὺς καὶ ἐπὶ τὴν κοινὴ]ν ἑστίαν· δεδόσθαι δὲ αὐτοῖς καὶ πά-
[ντα τὰ τίμια· προξενί]αν καὶ πολιτείαν, ἔνκτησιν, ἀσφάλει-
25 [αν χρόνον τὸν ἅπαντ]α καὶ αὐτοῖς καὶ ἐκγόνοις καὶ πολέ-
[μου καὶ εἰρήνης, καθ’ ἃ καὶ τοῖ]ς ἄλλοις προξένοις καὶ εὐεργέταις.
[ἐπιμελὲς δ’ ἔστω τοῖς ἐνάρχο]ι̣ς ταγοῖς, ἵνα ἀναγραφῆι τόδε τὸ ψή-
[φισμα εἰς κίονα λιθίνη]ν καὶ οἱ στέφανοι κολαφθῶσιν· κα̣ὶ ἐπι-
[γράψαι· "ἡ πόλις ἡ Ὀλοσσον]ίων Φιλόμηλο̣ν̣ Διογνήτου, Ν̣ι̣κασ̣[ίβο]υ̣-
30 [λον Ἀρνίου, Φιλό]στ[ρατον Ἱσ]τ[ιαίου ἀρετῆς ἕνεκα καὶ εὐνοίας]
[τῆς εἰς αὑτήν" — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us