[ ] Thessalia (Magnesia) — Demetrias — ca. 150-100 BC — IG IX,2 1108 + frg. — McDevitt 706
frg. a.1 [ἡ πόλι]ς̣ ἡ Δη̣μητ̣ρ̣ι̣έ̣[ων Ἅβρυλλ]ο̣[ν Ἀθην]α̣ί̣[ου],
[Σω]τ̣άδαν Ξενοκράτου, Δαμόξενον Φιλίπ[που]
[στ]ρ̣ατηγήσαντας καὶ Ἀρχέδημον [Κρ]ατίνο[υ],
[Δ]ημήτριον Νικολάου, Ἀσκληπιόδωρον Γενν̣[ίπ]-
5 [π]ου νομοφυ̣λακήσαντας.    {²vacat 0.22
             {²tres coronae
             {²tres coronae
6 [Λυ]σίας Ἐπιτέλου ὁ ἱερεὺς τοῦ Διὸς τοῦ Ἀκραίου κα̣[ὶ] Ἀ̣ν̣[τιφά]-
[ν]η̣ς Φιλοδημίδου ὁ κοινὸς στρατηγὸς καὶ ἡ συναρχία Θε̣[όδοτος]
[Διο]γένου, Γηρόστρατος Ἱστιαίου, Φιλόστρατος Ἱστιαίου, Ἀρ̣[ίσταρ]-
[χο]ς Ἀριστοκράτου, Ἀρτεμίδωρος Παυσανίου, Δημήτριος̣ Α[ἰτωλί]-
10 ωνος, Ἐπιμένης Νικάνορος εἶπαν· ἐπεὶ Ἅβρυλλος Ἀθη̣[ναίου, Σωτ]-
[ά]δας Ξενοκράτου, Δαμόξενος Φιλίππου οἱ στρατη[γοί, καὶ οἱ νο]-
[μ]οφύλακες Ἀρχέδημος Κρατ̣ί̣νου, Δημήτριος Νικολάου, Ἀσκ̣[ληπιόδω]-
[ρ]ος Γεννίππου, παραλαβόντ̣ε̣ς τὴν ἀρχὴν ἀξίους αὑτοὺ̣[ς παρεσ]-
κ̣εύακαν τῆς τε ἰδίας καλοκ̣ἀ̣[γ]αθίας καὶ τῆς τῶν προγ[όνων ἀρε]-
15 [τ]ῆς, τῶν τε τῆς πόλεως ἀγαθοὶ προστάται γεγόνα̣σ[ι δικαίως]
[π]ολιτευόμενοι ἐμ πᾶσιν, ἔν τε τοῖς ἄλλοις πεποίη[νται τὴν]
ἀναστροφὴν ὡς πρέπον ἀνδράσιν καλο<ῖ>ς καὶ ἀγ̣[αθοῖς]
[․․8-10․․․]․μ̣α̣(?)․․․․ο̣ν․․6․․․α̣η̣(?)․το̣υ̣(?)[․․․․․․․18-20․․․․․․․]
frg. b.19 [․․8-10․․․— — — — — — — — — — — — — — — — — τῶν]
20 [ἀνα]σ̣τ̣ρ̣ε̣φομένω̣[ν — — — — — — — — — — — — — — ἀρ]-
[χά(?)]ς, ἵνα καὶ ἕτεροι θ̣εωρ̣[οῦντε]ς τὴν γινο̣[μένην ἑκάσ]-
[στ]ω̣ι σημασίαν, τὰς ἀρ̣χὰς με̣τ̣απορευό̣μ̣ε̣νο[ι, δεικνύωσι τὴν αὐ]-
[τ]ὴν ἀγωγήν· διὸ καὶ δεδόχθαι τῇ β̣ο̣υλῇ ἐπαινέ̣σ̣α̣[ι αὐτοὺς ἐπὶ]
[τ]ούτοις καὶ στεφανῶσαι ἕκ̣αστ̣[ο]ν α[ὐ]τῶν θαλ̣[λοῦ στε]φ̣ά̣[νωι]
25 καὶ εἰκόνι γραπτῇ· ἀνατεθῆναι δὲ τὰς μ̣ὲν [ε]ἰ̣κόνα̣ς̣ [ἐ]ν Δημη̣[τριά]-
δι ἐν ὧι ἂν αὐτοὶ αἱρῶνται τόπωι· ποι[ή]σ̣ασθαι δὲ̣ κ̣α̣ὶ ἐπιγ̣ρ̣αφ̣ὴ[ν ἐπ’]
α̣ὐτ̣ῶν "ἡ πόλις ἡ Δημητριέων [Ἅβ]ρυλλον Ἀθηναί̣ο̣υ̣ Σωτά̣δ̣αν [Ξε]-
νοκράτου̣ Δ̣αμόξενον Φιλίππου [στ]ρατηγήσαντας κ̣[αὶ] Ἀρχέσ̣τ̣[ρατον]
Κρατίν[ου] Δημήτριον Νικολάου [σκ]λ̣ηπιόδωρον̣ Γ̣εννίππου νομο̣-
30 φυλακ̣[ήσ]αντ̣α̣ς ἀρετῆς ἕνεκε[ν κ]αὶ εὐνοίας τῆς [εἰς] αὐτήν"· [τὸ]
δὲ ψήφισμα̣ τ̣οῦτο ἀναγραφῆναι εἰς στήλην λιθίνην καὶ τοὺ[ς] σ̣[τε]-
φ̣άνους κολαφθῆναι καὶ ποι̣[ήσ]ασθαι τὴν αὐτὴν ἐπιγραφὴν κ[αὶ ἀνα]-
θεῖναι ἐν τῶ̣ι̣ ἱ̣ερῶι τοῦ Σα̣[ράπ]ιδος· τὴν δὲ ἔ̣[κ]δ̣οσιν γε[νέσ]-
θαι τῶν πρ̣ο̣ει[ρ]ημέν̣[ω]ν̣ ἐ̣[ν] τ̣ῶι ἐνεστ̣ῶτ̣ι̣ ἔ̣τ̣ει ὑπὸ τῶν̣ [τειχο]-
35 π̣οι̣ῶν· τὰ δὲ ἐσόμενα εἰ̣ς̣ ταῦτα ἀνηλώμ̣α̣τα̣ δοθῆνα̣[ι ὑπὸ]
τῶν ταμιῶν.
Search Help
Contact Us