Moretti, ISE II:103
[ ] Thessalia (Pelasgiotis) — Larisa [Thessalian Koinon] — 196-146 BC [Kram. 55] — ArchEph (1910) 331,1 — McDevitt 329
1      [ἀγαθῆι τύχηι]·
[στρατηγοῦντος τῶν Θεσσαλῶν]
[․․]π[— —, — — — — — — ἱππαρχοῦντος δὲ]
[Π]ολλέου τ[οῦ — —, γραμματεύοντος τῶν]
5 συνέδρων [— — — — — — — — — — — — —]-
[ο]υ, ταραντιν[αρχοῦντος — — — — — — —]
[το]ῦ Πτολεμαί[ου — — — — — — — — — —],
κληρωθέντων τ[ῶν γραμματέων — — — —]
τοῦ Φιλοκράτους [καὶ — — — — — — — — —]
10 τοῦ Σίμμου Κιεριέω[ν· μηνὸς — — — — — —]
καὶ δεκάτῃ·
      {²vacat 1 versus
12 ἐπειδὴ Ἀριστοκλῆς Ἀρ[ιστοκλέους Λα]-
[ρι]σαῖος καὶ ἐν ἄλλοις μὲ[ν τὰς καθ’ αὑτὸν πα]-
[ρ]είσχηται χρείας καὶ καθ’ ἰδ[ίαν ταῖς πό]-
15 [λ]εσιν καὶ κατὰ κοινὸν Θεσσαλ[οῖς σπου]-
δῆς καὶ φιλοτιμίας οὐθὲν ἐνλε[ίπων],
καὶ ἐν τῶι καθ’ ἑαυτὸν δὲ ἐπιτηδ[εύ]-
ματι ἀναστρέφεται ἐπιεικῶς καὶ συνε-
τικῶς ἐν τοῖς κριτηρίοις, τηρῶν ἅμα τὴ[ν]
20 ἐνχειριζομένην ἑαυτῶι πίστιν ὁσίως
καὶ δικαίως· καὶ μετὰ ταῦτα παρακλη-
θεὶς ὑπό τε τῶν κοινῶν ἀρχόντων καὶ τ[ῶν]
συνέδρων ἐπέδωκεν ἑαυτὸν ἐπί τ[ε]
τὰς δίκας τὰς τεθείσας κατὰ τὸ σύμβ[ο]-
25 λον τὸ κείμενον Θεσσαλ[ο]ῖς πρὸς Περρα[ι]-
βούς· καὶ εἰπόντος κρίσεις περὶ τῶν ἐκ το[ῦ]
ἔθνους μετὰ τῶν συμπαρακληθέντων
μετὰ πάσης φιλοτιμίας· καὶ τοῦτο ἐποίη-
σεν δωρεάν· ἵνα οὖν καὶ οἱ Θεσσαλοὶ φαίνων-
30 ται μνημονεύοντες τῶν χρησίμων ἀν-
δρῶν τῶι ἔθνει γενομένων· ἔδοξε τοῖς Θεσσα-
]οῖς ἐπαινέσαι τε Ἀριστοκλῆν Ἀριστοκλέ-
[ους Λαρ]ισαῖον ἐπὶ τῆι πρὸς τὸ ἔθνος ἐκτε-
[νείαι καὶ στεφανῶσαι α]ὐτὸν θα[λ]λ[ο][σ]τ[ε]-
35 [φάνωι — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us