[ ]
Thess. (Pelasgiotis) — Atrax (Palaiokastro) — Kastro-Alifaka, W. of — reign of Augustus [Kram. 137] — BCH 35 (1911) 231, 4, face A, col. I — McDevitt 324
See also:
| 1 | ἐπὶ Φιλίσκου, Πάμφιλος ὁ ἀπελευθερωθεὶς ὑπὸ Λυσιμάχου τοῦ Μ|α- |
| τρίχου καὶ Ἡραΐδος τῆς Νικίου κατὰ τὸν νόμον. | |
| στρατηγοῦντος Ἡγησίου τὸ δεύτερον, Εὐτυχὶς ἡ ἀπελευ- | |
| θερωθεῖσα ὑπὸ Ἱεροίτου τοῦ Κρατίππου κατὰ τὸν νόμον. | |
| 5 | ταμιεύοντος Ἐπικράτους τοῦ Ἀγάθωνος, ἐπὶ Δημοθέρσου̣, |
| Ἑρμουνὶς καὶ Ματρίχα αἱ ἀπελευ{θερω}θερωθεῖσαι {²⁶ἀπελευθερωθεῖσαι}²⁶ ὑπὸ | |
| Νικομήδους τοῦ Πολίτου κατὰ τὸν νόμον. | |
| Ὀνήσιμος ὁ ἀπελευθερωθεὶς ὑπὸ Δημαινέτου καὶ | |
| Δημαινέτας τῶν Τειμαίου κατὰ τὸν νόμον. ἐπὶ Δημοθέρσου̣, | |
| 10 | Ἔρως ὁ ἀπελευθερωθεὶς ὑπὸ Λεοντίχου καὶ Λέοντος τῶν Εὐ- |
| δήμου κατὰ τὸν νόμον. | |
| Εἰσίδωρος ὁ ἀπελευθερωθεὶς ὑπὸ Λεομέδοντος τοῦ | |
| Στράτωνος κατὰ τὸν νόμον. | |
| ἐπὶ Κρίτωνος, Φιλάργυρος ὁ ἀπελευθερωθεὶς ὑπὸ Ἔρω- | |
| 15 | τος τοῦ Λεοντίχου καὶ Λέοντος ἀπελευθέρου κα- |
| τὰ τὸν νόμον. | |
| ἐπὶ Ξενοδόκου, ταμιεύοντος Μαρδονίου, Παράμονος ὁ ἀπελευθερωθὶς | |
| ὑπὸ Λέοντος τοῦ Παυσανίου, φύσι δὲ Λέοντος, κατὰ τὸν νόμον. |