[ ]
Thess. (Perrhaibia) — Chyretiai (Domeniko) — 191 BC — McDevitt 1130
| 1 | [στρατ]η[γ]ο[ῦ]ν[το]ς Ο[ἰ]ν[ίο]υ [τ]ο[ῦ] Ξενο[κ]ρά- |
| [τ]ους Γοννέως, ἱερέως δὲ τοῦ Ἀσκ[λ]ηπιοῦ | |
| ἐν Χυρετίαις Ἀγασιδήμου τοῦ Φιλοξ[έ]- | |
| [ν]ου, μηνὸς Ἀρτεμισίου τετράδι· προ[σ]τα- | |
| 5 | τοῦντος δὲ τῶν ἀρχοστασίων Εὐδήμου |
| [τ]οῦ Ἀντιφάνου, συνταγευόντων Παυσανί- | |
| ου τοῦ Ἀλεξάνδρου, Νικολάου τοῦ Φιλο- | |
| [ξ]ένου· ἔδοξεν τῇ Χυρετιέων πόλει ἐν | |
| [τ]οῖς ἀρχοστασίοις, ὁμογνωμονούντων | |
| 10 | τῶν πολιτῶν, Σέξτῳ Ὀρφιδιηνῷ Μάρκου υἱ- |
| ῷ, Ῥωμαίῳ, δεδόσθαι αὐτῷ τε καὶ ἐγγόνοι[ς] | |
| [π]ροξενίαν, ἐπινομίαν, ἔγκτησιν, ἀσφάλειαν | |
| [π]ολέμου τε καὶ εἰρήνης καὶ τὰ λοιπὰ τίμια, | |
| [ὅ]σα καὶ τοῖς λοιποῖς προξένοις εἰσίν, ἐ- | |
| 15 | [π]εί, παρεπιδημήσας εἰς Χυρετίας, τήν τ[ε] |
| [π]αρεπιδημίαν ἐποιήσατο ὡς πρέπον ἐ[σ]- | |
| [τ]ὶ ἀνδρὶ [κ]αλῷ κἀγαθῷ καὶ {τὴν} περὶ τὴν | |
| [τ]ῶν ἐπισκήνων ὁρμὴν τὴν πᾶσαν σπο[υ]- | |
| [δ]ὴν καὶ πρόνοιαν ἐποιήσατο περὶ τῆς Χυρε- | |
| 20 | [τ]ιέων πόλεως τοῦ μὴ ἀδικηθῆναι· καὶ το[ῦ]- |
| [το] τὸ ψήφισμα ἀναγραφῆναι ἐν τῇ ἐν Χυ[ρε]- | |
| [τί]αις ἀγορᾷ, ἐν τῷ ἐπιφανεστάτῳ τ[ό]- | |
| [π]ῳ εἰς κίονα λιθίνην· καὶ τὴν γενομ[έ]- | |
| [νη]ν εἰς τὴν ἀναγραφὴν δαπάνην | |
| 25 | δο[ῦ]ναι 〚․․․〛 τοὺς ταμίας ἀπὸ τῶν [πο]- |
| [λ]ιτικῶν προσόδων· μάρτυρες Οἰνο- | |
| [κ]λῆς Θεοπόμπου, Ἁρμόδιος Μενε[τ]- | |
| [τ]ίου, Ἀντίσκων Μελ[α]νθίου, Χυρετι- | |
| εῖς. vacat |