[ ] Thessalia (Perrhaibia) — Chyretiai (Domeniko) — 191 BC — McDevitt 1130
1 [στρατ]η[γ]ο[ῦ]ν[το]ς Ο[ἰ]ν[ίο]υ [τ]ο[ῦ] Ξενο[κ]ρά-
[τ]ους Γοννέως, ἱερέως δὲ τοῦ Ἀσκ[λ]ηπιοῦ
ἐν Χυρετίαις Ἀγασιδήμου τοῦ Φιλοξ[έ]-
[ν]ου, μηνὸς Ἀρτεμισίου τετράδι· προ[σ]τα-
5 τοῦντος δὲ τῶν ἀρχοστασίων Εὐδήμου
[τ]οῦ Ἀντιφάνου, συνταγευόντων Παυσανί-
ου τοῦ Ἀλεξάνδρου, Νικολάου τοῦ Φιλο-
[ξ]ένου· ἔδοξεν τῇ Χυρετιέων πόλει ἐν
[τ]οῖς ἀρχοστασίοις, ὁμογνωμονούντων
10 τῶν πολιτῶν, Σέξτῳ Ὀρφιδιηνῷ Μάρκου υἱ-
ῷ, Ῥωμαίῳ, δεδόσθαι αὐτῷ τε καὶ ἐγγόνοι[ς]
[π]ροξενίαν, ἐπινομίαν, ἔγκτησιν, ἀσφάλειαν
[π]ολέμου τε καὶ εἰρήνης καὶ τὰ λοιπὰ τίμια,
[ὅ]σα καὶ τοῖς λοιποῖς προξένοις εἰσίν, ἐ-
15 [π]εί, παρεπιδημήσας εἰς Χυρετίας, τήν τ[ε]
[π]αρεπιδημίαν ἐποιήσατο ὡς πρέπον ἐ[σ]-
[τ]ὶ ἀνδρὶ [κ]αλῷ κἀγαθῷ καὶ {τὴν} περὶ τὴν
[τ]ῶν ἐπισκήνων ὁρμὴν τὴν πᾶσαν σπο[υ]-
[δ]ὴν καὶ πρόνοιαν ἐποιήσατο περὶ τῆς Χυρε-
20 [τ]ιέων πόλεως τοῦ μὴ ἀδικηθῆναι· καὶ το[ῦ]-
[το] τὸ ψήφισμα ἀναγραφῆναι ἐν τῇ ἐν Χυ[ρε]-
[τί]αις ἀγορᾷ, ἐν τῷ ἐπιφανεστάτῳ τ[ό]-
[π]ῳ εἰς κίονα λιθίνην· καὶ τὴν γενομ[έ]-
[νη]ν εἰς τὴν ἀναγραφὴν δαπάνην
25 δο[ῦ]ναι 〚․․․〛 τοὺς ταμίας ἀπὸ τῶν [πο]-
[λ]ιτικῶν προσόδων· μάρτυρες Οἰνο-
[κ]λῆς Θεοπόμπου, Ἁρμόδιος Μενε[τ]-
[τ]ίου, Ἀντίσκων Μελ]νθίου, Χυρετι-
εῖς.           vacat
Search Help
Contact Us