[ ] Aeg.Isl. — Rhodes Isl., Rhodes — 111/0 BC — SEG 33.638
1 [ρκος Λυττίων].
ὀμνύω τὰν Ιστίαν κα̣[ὶ Τῆν]α Κρητα[γενία καὶ Τῆνα Ὀράτριον καὶ Τῆνα]
Βιδάταν καὶ Τῆνα Ταλλαῖον καὶ Ἥραν κα[ὶ Ἀθαναίαν Πολιάδα]
κἀπόλλωνα Πύττιον καὶ Λατὼν κἄρταμιν κα̣[ὶ Ἄρεα καὶ Ἀφροδίταν καὶ Ἑρ]-
5 μᾶν καὶ Κωρῆτας καὶ Νύμφας καὶ τὰν Βριτόμα[ρπιν καὶ τὸς ἄλλος θιὸς πάν]-
τας καὶ πάσας. {²vac.}² ἦ μὰν ἐγὼ ἐμμενίω ἐν τᾶι [φιλίαι καὶ συμμαχίαι καὶ ἰσοπολι]-
τείᾳ καὶ ἐπιγαμίαι καὶ τοῖς ἄλλοις πᾶσι τοῖς ἐ[ν τᾶι συνθήκαι γεγραμμένοις]
ἐς τὸν ἅπαντα χρόνον ἁπλόως καὶ ἀδόλως κ[αὶ οὔ ποκα προλειψίω τὸς Βολο]-
εντίος οὔτ’ ἐν πολέμωι οὔτ’ ἐν εἰρήναι καὶ ΒΟΥΛ̣[— — — τοῖς Βολοεντίοις ὥσ]-
10 περ ἑμὶν αὐτῶι ὑπέρ τ̣ε θί̣ν[ω]ν κ̣ἀνθρωπίνων· καθεξί̣[ω δὲ τάδε καὶ οὐ κακοτεχνησίω]
καθώς κα συνθιώμεθα κα[ὶ οὐδενὶ ἄλλωι ἑκὼν καὶ γινώσκων ἐπιτραψίω πα]-
ρευρέσει οὐδεμιᾶι καὶ ἐμ̣μ̣[ε]νίω ἐ[ν τοῖ]ς̣ συνκε[ι]μ̣έ̣[νοις ὅρκοις, καθώς κα συνθι]-
ώμεθα· καὶ ὅρκον ἄλλον τούτ[ω] κυριώ[τε]ρ̣ον οὐ θη̣σίω· [εὐορκίοντι μὲν ἦμεν τάγα]-
θά̣, ἐφιορκίοντι δὲ τὰ ἐναντία. {²vac.}² ὅρκος Βο[λοεντίων ὁ αὐτός].
15 πρε<ι>γευταὶ Λυττίων Χαιρύλος Βίσω, Μόνας Ἀριτία, — — — — — — —]
καὶ Βολοεντίων Πρώταρχος Πρωτάρχου [— — — — — — — — — — — —]
Search Help
Contact Us