[ ] Crete, Ctr. — Lato: Sta Lenika, Aphrodision — 116 BC — RA 44.1942.35,B 33-41
33 [ἔδοξε Λατίοις] καὶ Ὀλοντί[οις κοινᾶι β]ω[λ]ευσαμένοις, συνευδοκησάν-
τ[ων κ]α̣ὶ̣ Κνωσίων, ἀμβ̣άλεν ὑπε[ρ]θε̣[μένοις] κατὰ τὰν ἐπιτροπὰν τὸν προ-
35 γεγραμμένον χρόνον ἐν τᾶι στάλαι, τ[ὸν ἐπὶ Νεν]ν̣α̣ίω Κνωσοῖ κόσμω κα[ὶ]
Διοκλεῖος Λατίω καὶ Μενοντίδα Ὀλοντίω. ἐ̣γ[γράψ]α[ι δ]ὲ ὥστε κυρίο[ς]
ἦμεν κρίνοντας Κνωσίος ἐμ μησὶν δέκα δύο, ἀρχον̣[τος μ]η̣[νὸ]ς Νεκ[υ]-
σίω ἐπὶ Ἀγήμονος Κνωσοῖ κόσμω, Λατοῖ δὲ ἐπὶ [τῶν Κυ]δ̣άννω[ι]
τῶ Ἐνίπαντος μηνὸς Θεσμοφορίω, ἐν δὲ Ὀλόντι ἐπὶ [τῶν σὺ]ν [ν]-
40 τικλεῖ τῶ Εὐβώλω μηνὸς Ἀπελλαίω. Δόντων δὲ Λάτιοι κ[αὶ Ὀλόν]τι[οι]
τούτω τῶ ἐγγρόφω ἑκάτεροι χέρα τᾶι τῶν Κνωσίων πόλι. {²vac.}²
Search Help
Contact Us