[ ]
Crete, Ctr. — Lato: Sta Lenika, Aphrodision — 116 BC — RA 44.1942.34,A 1-41
1 | θιοί. ἀγαθᾶι τύχαι. |
[Π]ρειγευσάντ[ων Κνωσίων τᾶς πόλιος] ἐπ̣ὶ τὰς πόλ̣ε̣[ι]ς τ[ά]ν τε τ[ῶ]ν Λατίων κα̣ὶ̣ τῶν | |
Ὀ̣λοντίων καὶ [π]α̣[ρκαλεσάντων δόμεν αὐ]τοῖς ἐξα[ρχίδιον] τὰν ἐπιτροπὰν περὶ ὧν καὶ | |
π̣[ρ]ὸ [τῶ], ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βωλευσαμένοις, ἐπὶ κόσμων Κνωσοῖ μ[ὲν] | |
5 | [τ]ῶν σὺν Νενναίῳ τῶ Μοψε̣ί[ω μη]νὸς Σπερμίω δευτέραι, Λατοῖ δὲ ἐπὶ] τῶν σὺν Διοκλε[ῖ] |
[τ]ῶ Ἡρώιδα μηνὸς Θιοδαισ[ί]ω δ̣ε̣υτ̣έραι, ἐν δὲ Ὀλόντι τῶν σὺν Μενοντίδαι τῶ Ἀκάσσο̣- | |
νος, μηνὸς Ἐλευσυνί[ω δ]ευτέραι, δόμεν τὰν ἐπιτρ[ο]πὰν Λατίος καὶ Ὀλον[τ]ίος τᾶι τῶ[ν] | |
Κνωσίων πόλι περὶ τῶν ἀμφιλλεγομένων αὐτοῖς πόλι π[ο]ρ[τ]ὶ πόλιν πάντα περὶ πάντων̣ | |
[κα]ὶ θέμεν στάλαν ἐν ἁμέραις τριάκον[τα, Κν]ωσοῖ μ̣ὲν̣ ἐν τῶι ἱαρῶι [τῶ] Ἀπόλλωνος τῶ Δελφι- | |
10 | [δίω] κ̣α̣ὶ ἐν τῶι ἱαρῶι τῷ Δέραι, Λ[ατ]ο[ῖ δ]ὲ ἐ[ν τ]ῶι τ[ᾶ]ς Ἐλευ[θυ]ίας, ἐν δὲ Ὀλόντι ἐν τῶι ἱ[αρῶι] τῶ |
Ζηνὸς τῶ Ταλλαίω, ἄλλάν κοινᾶ̣ι ἐν Δάλ[ωι] ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλωνος. ὑπὲρ δὲ | |
[τούτω] τῶ τιθεμέ[νω ἐ]νγρό[φ]ω ἐς Δᾶλον ἀποστηλάντων οἵ τε Κνώσιοι καὶ οἱ Λάτι- | |
[ο]ι καὶ ο̣ἱ Ὀλόντιοι πορτὶ τὸν ἐπιμελητὰν [πρ]ειγε̣ίαν καὶ γράμματα ἐν ἁμέραις τριά- | |
κ̣οντα, ὥστε σταθῆι στάλα ἐς ἃν ἀνγραφῆι τὰ δεδογμένα· καὶ ταῦτα ἔστω κύρια. Κρινό[ν]- | |
15 | [των] δ̣ὲ οἱ Κνώσιοι ἐν ἑξαμήνω̣ι, ἄρχοντος μηνὸς Καρωνίω τῶ ἐπὶ Νενναίω{ι}, ὡς δὲ Λ[ά]- |
[τιοι] ἄγοντι μηνὸς Σ̣αρτιωβ̣ιαρίω, ὡς δὲ Ὀλόντιοι ἄγοντι μ̣ηνὸς Δελφινίω. καὶ κύ- | |
[ρι]οι ἔντων οἱ Κνώσιοι ἀνγράφοντεν τὸ γενό[μενο]ν κ[ρίμα] ἐν μ̣ὲ[ν] ταῖς ἐν Κρή[ται] | |
[σ]τά̣λ̣αις ἐν ἁμέρ̣αις τριάκοντα, ἐς δὲ Δᾶλον ἐξαποστηλ̣άντων ἐν ταῖς | |
[αὐ]τα̣ῖς ἁμέρ̣αις. εἰ δέ κα παργένηται ὁ πρειγευτὰς ὁ ἀπεσταλμένος ὑπὸ τῶν Κν[ω]- | |
20 | [σ]ίων ἐς Δᾶλον, κύριος ἔστω ἀγγράφων ἐς τὰν αὐτὰν στάλαν τὸ κρίμα. τὰ δὲ κρι- |
[θέντ]α καὶ ἀγ̣γ̣ραφέντα ὑ̣πὸ τῶν Κνωσίων β[έβ]αια καὶ κύρια ἦμεν ἐς τὸν πάντα | |
[χρόν]ο[ν, καὶ] μ̣[ηκέτι ὑ]πολείπεσθαι [αὐτ]οῖς περὶ μηθενὸς ἔγκλημα μηθὲν παρευρέ- | |
[σ]ε̣ι μηδεμιᾶι. Δ̣ό̣ντων δὲ Λάτιοι [κα]ὶ Ὀλόντιοι τούτω τῶ ἐνγρόφω ἑκάτεροι̣ χέρ̣α | |
τᾶι τῶν Κνωσίων πόλι [καὶ αὐτ]οσα[υ]τοῖς. ἐγγύος δὲ καταστασάντων ἐν ἁμέραις εἴ[κοσι] | |
25 | Κνωσίος διὰ τῶ Κνωσοῖ χρεοφυλακίω ὑπὲρ τούτω τῶ ἐγγρόφω οἵ τε Λάτιοι καὶ οἱ Ὀλόν- |
τιοι τοῖς Κνωσίοις ἑκάτεροι ἀργυρίω Ἀλεξανδρείων ταλάντων δέκα, ἐφ’ ὧι ἐ̣[μ]- | |
μενίοντι ἐν τούτωι τῶι ἐγγρόφωι καὶ ἐν τοῖς κριθένσι ὑ̣πὸ τᾶς π̣ό̣[λ]εος. ὁ[πότε]- | |
[ροι] δὲ μ[ὴ ἐμ]μένοιεν, τὰμ̣ π̣ρᾶξιν ἦμεν ἐκ [τῶν] ἐγγύων, καὶ οἱ τῶν Κνωσίων [κόσ]- | |
μοι πράξαντες ἀποδόντων το̣ῖς ἐμμένονσι καὶ πάντω[ς] ἔστω τὰ κριθέν[τα κύ]- | |
30 | [ρια. ἔντων δὲ] ο̣ἱ̣ ἔγγυοι μέστα κ̣α ἡ κρίσις ἐπιτελεσθῆι καὶ ἀνγραφῆι καθ[ὼς] |
[προγέγραπται. εἰ δέ τί κα] δ̣ό̣ξηι ὕστερο̣ν ταῖς πόλεσι Κνωσίοις καὶ Λατίο[ις] | |
[καὶ Ὀλοντίοις ἢ πορτιγράψαι ἢ] ἀφελε͂ν, ταῦτα ἔσ̣τ̣ω κύρια. {²vac.}² |