[ ]
Aeg.Isl. — Delos Isl. — 116 BC — IC I xvi 4* A 1-42 — ID 1513
1 | ἀγαθᾶι τύχαι. πρειγευσάντων Κνωσίων τᾶς πόλιος ἐπὶ τὰς πό- |
λεις τάν τε τῶν Λατίων καὶ τῶν Ὀλοντίων καὶ παρκαλεσάν- | |
των δόμεν αὐτοῖς ἐξαρχίδιον τὰν ἐπιτροπὰν περὶ ὧν | |
καὶ πρὸ τῶ, ἔδοξε Λατίοις καὶ Ὀλοντίοις κοινᾶι βωλευσα- | |
5 | μένοις, ἐπὶ κόσμων Κνωσοῖ μὲν τῶν σὺν Νενναίω<ι> τῶ |
Μοψείω, μηνὸς Σπερμίω δευτέραι, Λατοῖ ἐπὶ τῶν σὺν Διο- | |
κλεῖ τῶ Ἡρώιδα, μηνὸς Θιοδαισίω δευτέραι, ἐν δὲ Ὀλόντι | |
τῶν σὺν Μενοντίδαι τῶ Ἀκάσσονος, μηνὸς Ἐλευσυνίω | |
δευτέραι, δόμεν τὰν ἐπιτροπὰν Λατίος καὶ Ὀλοντίος | |
10 | τᾶι τῶν Κνωσίων πόλι περὶ τῶν ἀμφιλλεγομένων αὐτοῖς |
πόλι πορτὶ πόλιν πάντα περὶ πάντων, καὶ θέμεν στάλαν ἐ- | |
ν ἁμέραις τριάκοντα, Κνωσοῖ μὲν ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλωνος | |
τῶ Δελφιδίω καὶ ἐν τῶι ἱαρῶι τῷ Δέραι, Λατοῖ δὲ ἐν τῶι τᾶς Ἐλευ- | |
θυίας, ἐν δὲ Ὀλόντι ἐν τῶι ἱαρῶι τῶ Ζηνος τῶ Ταλλαίω, ἄλλαν | |
15 | δὲ κοινᾶι ἐν Δάλωι ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλωνος. ὑπὲρ δὲ τού- |
τω τῶ τιθεμένω ἐνγρόφω ἐς Δᾶλον ἀποστηλάντων οἵ τε | |
Κνώσιοι καὶ οἱ Λάτιοι καὶ οἱ Ὀλόντιοι πορτὶ τὸν ἐπιμελη- | |
τὰν πρειγείαν καὶ γράμματα ἐν ἁμέραις τριάκοντα, ὥστε στᾶ- | |
[σα]ι στάλαν ἐς ἃν ἀναγραφησ<ε>ῖ τὰ δεδογμένα· καὶ ταῦτα ἔσ- | |
20 | τω κύρια. Κρινόντων δὲ οἱ Κνώσιοι ἐν ἑξαμήνωι ἄρχοντος |
μηνὸς Καρωνίω τῶ ἐπὶ Νενναίω{ι}, ὡς δὲ Λάτιοι ἄγοντι μηνὸς | |
Σ̣αρ̣τιωβιαρίω, ὡς δὲ Ὀλόντιοι ἄγοντι μηνὸς Δελφινίω· καὶ κύ- | |
ριοι ἔντων οἱ Κνώσιοι ἀνγράφον̣τ̣ε̣ν̣ τὸ γενόμενον κρίμα ἐμ μὲν | |
ταῖς ἐν Κρήτᾳ στάλαις ἐν ἁμέραις τριάκοντα, ἐς δὲ Δᾶλον ἐξα- | |
25 | ποστηλάντων ἐν ταῖς αὐταῖς ἁμέραις. εἰ δέ κα παργένηται |
ὁ πρειγευτὰς ὁ ἀπεσταλμένος [ὑ]πὸ τῶν Κνωσίων ἐς Δᾶλον, | |
κύριος ἔστω ἀγγράφων ἐς τὰν αὐτὰν στάλαν τὸ κρίμα. τὰ δὲ | |
κριθέντα καὶ ἀγγραφέντα ὑπὸ τῶν Κνωσίων βέβαια καὶ κύρια | |
ἦμεν ἐς τὸν πάντα χρόνον, καὶ μηκέτι ὑπολείπεσθαι αὐτοῖς | |
30 | περὶ μηθενὸς ἔνκλημα μηθὲν παρευρέσει μηδεμιᾶι. Δόντων δὲ |
Λάτιοι καὶ Ὀλόντιοι τούτω τῶ ἐγγρόφω ἑκάτεροι χέρα τᾶι τῶν Κνω- | |
σίων πόλι καὶ αὐτοσαυτοῖς. ἐγγύος δέ καταστασάντων ἐν ἁμέ- | |
ραις εἴκοσι Κνωσίος διὰ τῶ Κνωσοῖ χρεωφυλακίω ὑπὲρ τούτω τῶ ἐγ- | |
γρόφω οἵ τε Λάτιοι καὶ οἱ Ὀλόντιοι τοῖς Κνωσίοις ἑκάτεροι ἀργυρίω Ἀ- | |
35 | λεξανδρείων ταλάντων δέκα, [ἐ]φ’ [ὧ]ι ἐμμενίοντι ἐν τούτῳ τῷ ἐγγρόφῳ |
καὶ ἐν τοῖς κριθένσι ὑπὸ τᾶς πόλε[ο]ς. Ὁπότεροι δὲ μὴ ἐμμένοιεν, τὰν | |
πρᾶξιν ἦμεν ἐκ τῶν ἐγγύων, καὶ οἱ τῶν Κνωσίων κόσμοι πράξαν- | |
τες ἀποδόντων τοῖς ἐμμένονσι, καὶ πάντως ἔστω τὰ κριθέντα | |
κύρια. ἔντων δὲ οἱ ἔγγυοι μέστα κα ἡ κρίσις ἐπιτελεσθῆι καὶ ἀγγρα- | |
40 | φῆι καθὼς προγέγραπται. εἰ δέ τί κα δόξῃ ὕστερον ταῖς πόλεσι Κνω- |
σίοις καὶ Λατίοις καὶ Ὀλοντίοις ἢ πορτιγράψαι ἢ ἀφελε͂ν, ταῦτα | |
ἔστω κύρια. {²vac.}² |