[ ] Aeg.Isl. — Delos Isl. — 118 BC — ID 1514 = IC I xvi 3*
1 ἀγαθᾶι τύχαι. ἐπὶ τῶν Αἰθαλέων κοσμιόντων Κνωσοῖ μὲν τῶν
σὺν Κύδαντι τῶ Κύδαντος μηνὸς Ἐλχανίω, Λατοῖ δὲ ἐπὶ τῶν
σὺν Διοκλεῖ τῶ Ἡρῴδα μηνὸς Βακινθίω, ἐν δὲ Ὀλόντι τῶν σὺν Τη-
λεμάχῳ τῶ Γνώμιος μηνὸ[ς] [γρια]νίω, πρειγευσάντων Κνωσίων
5 τᾶς πόλιος ἐπί τε τὰν τῶν Λατίων πόλιν καὶ ἐπὶ τὰν τῶν Ὀλοντί-
ων καὶ παρακαλεσάντων τὰμ μὲν ἐνεστακυῖαν πορτ’ ἀλλάλονς
διαφορὰν καὶ ἀμειξίανς ἆραι, περὶ δὲ τῶν ἀμφιλλεγομένων
πόλι πορτὶ πόλιν δόμεν αὐτοῖς τὰν ἐπιτροπάν, {²vac.}²
ἔδοξε Λατίοις καὶ Ὀλοντίοις ἐπακολουθῆσαι καθὼς παρακα-
10 λίοντι Κνώσιοι καὶ ἔδωκαν [τ]ὰν ἐπιτροπὰν πάντα περὶ
πάντων· κρινόντων δ’ ἁ πόλις τῶν Κνωσίων οἵ κα ἐπὶ Κύδαν-
τος κοσμίωντι ἐν δεκαμήν[ωι] ἅ κα αὐτοῖς δοκῇ δίκαια ἦμεν·
τὰ δὲ κριθέντα καὶ ἀναγραφέ[ντα] ὑπὸ τῶν Κνωσίων βέβαι[α]
καὶ κύρια ἦμεν ἐς τὸν ἅπαντα [χρό]νον καὶ μηκέτι ὑπολεί-
15 πεσθαι αὐτοῖς ἔγκλημα μηθὲμ [παρ]ευρέσει μηδεμιᾶι· καὶ ἀν-
γραφήτω τὰ εὐδοκημένα καὶ [κριθ]έντα Κνωσοῖ μὲν ἐν τ[ῶι]
ἱαρῶι τῶ Ἀπόλλωνος τῶ Δελφι[δίω] καὶ ἐν τῶι ἱαρῷ τῶ Ἄρεος
[τῶι] Δέρᾳ ἐν στάλαι, Λατοῖ δὲ ἐν [τῶι] ἱαρῶι τᾶς Ἐλευθυίας, ἐ[ν δὲ]
[Ὀλόντ]ι ἐν τῶι ἱερῷ τῶ Ζηνὸς τῶ [Ταλλ]αίω, {²vac.}² ἐν δὲ [Δ][λωι]
20 [ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλω]νος· {²vac.}² δό[ντων] δὲ Λάτιοι [καὶ Ὀλόν]-
[τιοι τούτω τῶ ἐγγρόφω ἑκά]τερο[ι χέρα] τᾶι τῶ[ν Κνωσίων πόλι]
[καὶ αὐτοσαυτοῖς· ὑπὲρ δὲ] το[ῦδε τῶ ἐγγρό]φω ἐ[ς Δᾶλον ἀποστη]-
[λάντων {²κτλ.}² ]
Search Help
Contact Us