[ ] Crete, Ctr. — Lato pros Kamara (Hag.Nikolaos) — early 2nd BC (bef. 189 BC?) — IC I xvi 17
1 [θεοί. ἀγαθᾶι τύχαι].
[τάδε συνέθεντο] Λ̣ά̣[τιοι καὶ Ἐλευθερναῖοι ἐπὶ]
[κόσμων τῶν σὺν — — — τῶ — —]ς Λα[τοῖ καὶ]
[ἐπὶ τῶν σὺν — — — — — τῶ — — —]νος Ἐλευθ[έρναι].
5 [φίλος καὶ συμμάχος ἀλλάλ]οις ὑπάρχεν ἁ[πλόως]
[καὶ ἀδόλως εἰς τὸν πάν]τα χρόνον καὶ τ[ὸν]
[αὐτὸν φίλον καὶ ἐχθρὸν ἔχ]εν. ἦμεν δὲ καὶ πολι-
[τεύεσθαι <τὸν>(?) Ἐλευθερναῖον Λ]ατοῖ καὶ τὸν Λάτιον Ἐλ[ευ]-
[θέρναι, μετέχοντα θίνω]ν καὶ ἀνθρωπίνων πάν-
10 [των — — — — —]Ι δικαιοπραγήσαντα τοῖς ἰδίο-
[ις παραιτησάμενον(?)] τὰν ἰδίαν πόλιν, ἔγκτησιν δημο-
[σίαι καὶ ἰδία(?)]ι θνατῶν καὶ ἀθανάτων κατὰ τ[ὸς]
[Λατίων νόμος· κατὰ ταὐτ]ὰ δὲ καὶ τῶι Λατίωι Ἐλευθέρνα[ι]
[κατὰ τὸς Ἐλευθερναίω]ν νόμος. εἰ δέ τίς κ’ ἐνβάλληι ἐς τὰ[ν]
15 [τῶν Ἐλευθερναίων χώρ]αν ἢ ἀποτάμνηται ἢ φρώρια ἢ λιμένα[ς]
[καταλαμβάνηι ἢ κλάρος φ]θείρηι ἢ οἰκετήιαν ἢ πολεμῆι, β[οα]θέτ[ω]
[ὁ Λάτιος ἀπροφασίστως] κατὰ γᾶν καὶ κατὰ θάλ[ασσαν παντὶ]
[σθένει, ὡσαύτως δὲ εἴ τίς κα ἐ]ς τὰν τῶν Λατίων χ[ώραν ἐνβάλληι]
[ἢ ἀποτάμνηται ἢ φρ]ώρια ἢ νάσος ἢ λι[μένας καταλαμβάνηι]
20 [ἢ κλάρος φθείρηι ἢ οἰκετήιαν, τ]ὰν ὀφει[λομέναν βοάθειαν]
[πεμπέτω ὁ Ἐλευθερναῖος κτλ. — — — — —]
Search Help
Contact Us