| a.1 | ἀγαθῆι τύχηι. ἐπὶ τοῖσδε συνέθεντο τὴμ φιλίαν καὶ συμα- |
| χίαν ἑαυτοῖς τε καὶ ἐκγόνοις εἰς ἅπαντα τὸν χρόνον vac. βασι- | |
| λεὺς Εὐμένης καὶ Κρηταιέων vac. Γορτύνιοι, Κνώσιοι, Φαίστιοι, | |
| Λύττιοι, Ῥαύκιοι, Ἱεραπύτνιοι, Ἐλευθερναῖοι, Ἀπταραῖοι, Πολυρ- | |
| 5 | ρήνιοι, Συβρίτιοι, Λαππαῖοι, Ἄξιοι, Πριανσιέες, Ἀλλαριῶται, Ἀρ- |
| [κ]άδες, Κεραῗται, Πραίσιοι, Λάτιοι, Βιάννιοι, Μαλλαῖοι, Ἐρώνιοι, Χερ- | |
| [σ]ονάσιοι, Ἀπολλωνιᾶται, Ἐλύριοι, Ὑρτακίνιοι, Ἐλτυναιεῖς, Ἀνω- | |
| [πο]λῖται, Ἠραδήννιοι, Ἰστρώνιοι, Ταρραῖοι, [․․․․]ι̣ο̣ι̣, ὡς μὲν | |
| [βα]σιλεὺς Εὐμένης ἄγει, ἔτους vac. τετάρτου καὶ δεκάτου, μηνὸς | |
| 10 | [Π]ανήμου, ὡς δὲ Κρηταεῖς κοσμούν<των> ἐν Γόρτυνι τῶν σὺν Σα- |
| {²complures versus desunt}² | |
| b.11 | [— — — — — —]ενα [ὅσα] βασιλεὺ̣ς Εὐμέν̣ης ὡμολόγησεν· καὶ |
| [ἂν χρείαν] ἔχωσι π̣[ρὸ]ς τοὺς συνισταμένους πολέμους | |
| [ἢ συμμάχ]ων ἢ σίτου ἢ ὅπλ[ω]<ν> ἢ βελῶ[ν], συναντιλήψεσθαι | |
| [τούτων χἰ]ππεῖς ἀποστέλλειν οἷς τ[ὰ ὀ]ψώνια δώσειν [ὅ]σον | |
| 15 | [ἂν χρόνον] τὴγ χρείαν παρέχωντα[ι]· τῶν δ’ ἐπὶ τὴν βοήθε̣[ι]- |
| [αν συλλεγ]ομένων οἱ μὲν θέλοντες πρὸς βασιλέα Εὐμέ- | |
| [νη καὶ ἐκ]γόνους αὐτοῦ ὑπήκοοι ἔστωσαν τούτων καθ’ ὁ- | |
| [μολογίαν ὡς ἂ]ν οὗτοι π̣[ρο]στά[ξωσι]ν, οἱ δ’ εἰς Κρήτην τῶν ἡγου- | |
| [μένων τῶν Κρητα]ιέων· ὅσοι δ’ [ἂν ἀ]πειθῶσι τῶμ παραγ- | |
| 20 | [γελλομένων ὑπὸ] β̣α̣σιλέ[ως Εὐμένους] κ̣[αὶ] τῶν ἐκγόνων |
| [καὶ τῶν ἡγουμένων τῶν Κρηταιέων, ἀπο]τινέτωσαν | |
| [— — — — — — — — — — — — — — — — — — —]ε[ι]ς τῆς βοηθείας | |
| [— — — — — — — — — — — — — — — — — — δραχμ]ὰς̣ τριακοσί- | |
| [ας — — — — — — — — — — — — — — — — — — — —]θω | |
| 25 | [— — — — — — — — — — — — — — — — — — — — ἀ]πολυθῶσι |
| [— — — — — — — — — — — — — — — — — — — — βοη]θεια | |
| [— — — — — — — — — — — — — — — — — — — — — — —] |
IC IV
179