[ ] Crete, Ctr. — Gortyna — boustr. — ca. 480-ca. 450 BC — Willetts (1967)
col. I.1 θιοί.
ὄς κ’ ἐλευθέροˉι ἒˉ δόˉλοˉι μέλλεˉι ἀν-
πιμοˉλὲˉν, πρὸ δίκας μὲˉ ἄγεν. αἰ δ-
έ κ’ ἄγεˉι, καταδικακσάτοˉ το͂ ἐλευθέρ-
5 οˉ δέκα στατε͂ρανς, το͂ δόˉλοˉ πέντ-
ε ὀ͂τι ἄγει καὶ δικακσάτοˉ λαγάσαι
ἐν ταῖς τρισὶ ἀμέραις. α̣ἰ [δέ] κα
μὲˉ̣ [λαγ]άσει, καταδικαδδέτοˉ το͂ μὲν
ἐλευθέροˉ στατε͂ρα, το͂ δόˉλοˉ [δα]ρκν-
10 ὰν τᾶ̣ς̣ ἀμέρας ϝεκάστας, πρίν κα λα-
γάσει· το͂ δὲ κρόνοˉ τὸν δι[κ]αστ-
ὰν ὀμ̣νύντα κρίνεν. {²palmula}² αἰ δ’ ἀννίοιτο
μὲˉ ἄγεν, τὸν δικαστὰν ὀμνύντ-
α κρ[ί]νεν αἰ μὲˉ ἀποποˉνίοι μαῖτυς.
15 αἰ δέ κα μοˉλε͂ι ὀ μὲν ἐλεύθερ̣ον
ὀ δ[ὲ δ]ο͂λον, κάρτονανς ἔˉμεˉν
[ὄτερο]ί κ’ ἐλεύθερον ἀποποˉνίοˉν-
τι. αἰ δέ κ’ ἀνπὶ δόˉλοˉι μοˉλίοˉντι
ποˉνίοντες ϝὸν ϝεκάτερος ἔˉμ-
20 εˉν, αἰ μέν κα μαῖτυς ἀποποˉνε͂ι, κ-
ατὰ τὸν μαίτυρα δικάδδεν, αἰ
δέ κ’ ἒˉ ἀνποτέροις ἀποποˉνίοˉντι
ἒˉ μεˉδατέροˉι, τὸν δικαστὰν ὀ-
μνύντα κρίνεν. ἐ͂ δέ κα νικαθε͂ι ὀ
25 ἔκοˉν, τὸμ μὲν ἐλεύθερον λαγ-
άσαι τᾶν πέ[ν]τ’ ἀμερᾶν, τὸν δὲ δο͂-
λο[ν] ἐς κε͂ρανς ἀποδόμεˉν. αἰ δέ
κα μὲˉ λαγάσει ἒˉ μὲˉ ἀποδο͂ι, δικακ-
σάτοˉ νικε͂ν το͂ μὲν ἐλευθέροˉ
30 πεντέˉκοντα στατε͂ρανς καὶ σ-
τατε͂ρα τᾶς ἀμέρας ϝεκάστ-
ας, πρίν κα λαγάσει, το͂ δὲ δόˉλοˉ
δέκα στατε͂ρανς καὶ δαρκνὰν
τᾶς ἀμέρας ϝεκάστας, πρίν κ’ ἀ-
35 ποδο͂ι ἐς κε͂ρανς. ἐ͂ δέ κα καταδι-
κάκσει ὀ δικαστάς, ἐνιαυτο͂ι π-
ράδδεθθαι τὰ τρίτρα ἒˉ μεῖον,
πλίον δὲ μέˉ· το͂ δὲ κρόνοˉ τὸν δι-
καστὰν ὀμνύντα κρίνεν. αἰ δέ
40 κα ναεύεˉι ὀ δο͂λος ὀ͂ κα νικαθε͂-
ι, καλίοˉν ἀντὶ μαιτύροˉν δυο͂ν δ-
ρομέοˉν ἐλευθέροˉν ἀποδεικσάτ-
οˉ ἐπὶ το͂ι ναο͂ι ὄπεˉ κα ναεύεˉι ἒˉ α-
ὐτὸς ἒˉ ἄλος πρὸ τούτοˉ· αἰ δέ
45 κα μὲˉ καλε͂ι ἒˉ μὲˉ δείκσει, κατισ-
[τάτ]οˉ τὰ ἐγ̣[ρα]μένα. αἰ δέ κα μεˉδ’
αὐτὸν ἀποδο͂ι ἐν το͂ι ἐνιαυτο͂ι,
τὰνς ἀπλόονς τ[ι]μὰνς ἐπικατ-
αστασεῖ. vac. αἰ δέ κ’ ἀποθάνεˉι μ-
50 οˉλιομένας τᾶδ δί[κ]α̣ς, τὰν ἀπλ-
όον τιμὰν κατ<α>στασεῖ. vac. αἰ δ-
έ κα κοσ̣[μ]ίοˉν ἄγεˉι ἒˉ κοσμίοντο-
ς ἄλλος, ἐ͂ κ’ ἀποστᾶι, μοˉλέν, καἴ κ-
α νικαθε͂ι, κατιστάμεν ἀπ[ὸ ἆ]ς
55 [ἀμέρα]ς ἄγαγε τὰ ἐγραμένα. vac.
[τ]ὸ̣ν δὲ νενικαμένον̣ κα[ὶ τὸν κα]-
col. II.1 τακείμενον ἄγοντι ἄπατον
ἔˉμεˉν. vac. αἴ κα τὸν ἐλεύθερον ἒˉ
τὰν ἐλευθέραν κάρτει οἴπεˉι, ἐκα-
τὸν στατε͂ρανς καταστασεῖ· α-
5 ἰ δέ κ’ ἀπεταίροˉ, δέκα· αἰ δέ κ’ ὀ δο͂λο-
ς τὸν ἐλεύθερον ἒˉ τὰν ἐλευθέρα-
ν, διπλεῖ καταστασεῖ· αἰ δέ κ’ ἐλε-
ύθερος ϝοικέα ἒˉ ϝοικέαν, πέντε
δαρκνάνς· αἰ δέ κα ϝοικεὺς ϝοικέα
10 ἒˉ ϝοικέαν, π[έν]τε στατε͂ρανς. vac.
ἐνδοθιδίαν δόˉλαν αἰ κάρτει δαμ-
άσαιτο, δύο στατε͂ρανς κατασ-
τασεῖ· αἰ δέ κα δεδαμ̣ν[α]μέναν, πε-
δ’ ἀμέραν̣, [ὀ]δελόν, αἰ δέ κ’ ἐν νυτ-
15 τί, δύ’ ὀδελόνς· ὀρκιοˉτέραν δ’ ἔˉ-
μεˉν τὰν δόˉλαν. vac. αἴ κα τὰν ἐ-
λευθέραν ἐπιπεˉρε͂ται οἴπεν ἀκε-
ύοντος καδεστᾶ, δέκα στατε͂-
ρανς καταστασεῖ αἰ ἀποποˉνίο-
20 ι μαῖτυς. vac. αἴ κα τὰν ἐλευθέραν
μοικίοˉν αἰλεθε͂ι ἐν πατρὸς ἒˉ ἐν ἀ-
δελπιο͂ ἒˉ ἐν το͂ ἀνδρός, ἐκατὸν
στατε͂ρανς καταστασεῖ· αἰ δέ κ’ ἐ-
ν ἄλοˉ, πεντέˉκοντα· αἰ δέ κα τὰν
25 το͂ ἀπεταίροˉ, δέκα· αἰ δέ κ’ ὀ δο͂λος τὰ-
ν ἐλευθέραν, διπλεῖ καταστασε-
ῖ· vac. αἰ δέ κα δο͂λος δόˉλοˉ, πέν-
τε. προϝειπάτοˉ δὲ ἀντὶ μαιτ-
ύροˉν τριο͂ν τοῖς καδεσταῖ-
30 ς το͂ ἐναιλεθέντος ἀλλύεθ̣-
θαι ἐν ταῖς πέντ’ ἀμέραις· vac.
το͂ δὲ δόˉλοˉ το͂ι πάσται ἀντὶ
μαιτύροˉν δυο͂ν. vac. αἰ δέ κα μ-
ὲˉ ἀλλύσεται, ἐπὶ τοῖς ἐλόν-
35 σι ἔˉμεˉν κρε͂θθαι ὄπαι κα λε-
ίοˉντι. vac. αἰ δέ κα ποˉνε͂ι δολόˉ-
σαθθαι, ὀμόσαι τὸν ἐλό-
ντα το͂ πεντεˉκονταστατέˉ-
ροˉ καὶ πλίονος πέντον αὐ-
40 τὸν ϝὶν αὐτο͂ι ϝέκαστον ἐπ-
αριόμενον, το͂ δ’ ἀπεταίροˉ
τρίτον α̣ὐ̣τὸν, το͂ δὲ ϝοικέ-
ος τὸν πάσταν ἄτερον αὐτ-
ὸν μοικίοντ’ ἐλέν, δολόˉσαθ-
45 θαι δὲ μέˉ. vac. αἴ κ’ ἀνὲˉρ [κ]α̣ὶ γ̣υ̣-
νὰ διακρ[ί]νοˉν[τ]αι, τὰ ϝὰ α-
ὐτᾶς ἔκεν, ἄτι ἔκονσ’ ἐ͂ιε π-
ὰρ τὸν ἄνδρα, καὶ το͂ καρπο͂ τ-
ὰννεˉμίναν, αἴ κ’ ἐ͂ι ἐς το͂ν ϝο͂-
50 ν αὐτᾶς κρεˉμάτοˉν, κὀ͂τι
κ̣’ ἐνυπά̣νει τὰν [ἐˉμίνα]ν ἄτι
κ’ ἐ͂ι, καὶ πέντε στατε͂ρανς, αἴ κ’ ὀ ἀ-
νὲˉρ αἴτιος ἐ͂ι τᾶς κ̣εˉ̣[ρ]εύσι-
ος· α[ἰ] δ̣ὲ ποˉνίοι ὀ ἀ̣ν̣ὲˉρ [αἴτι]-
55 [ος μὲˉ ἔˉ]μεˉν, τὸν δικαστὰν
col. III.1 ὀμνύντα κρίνεν. αἰ δέ τι ἄλλ-
ο πέροι το͂ ἀνδρός, πέντε στ-
ατε͂ρανς καταστασεῖ κὄˉτι
κα πέρεˉι αὐτόν, κὄˉτι κα παρ-
5 έλεˉι ἀποδότοˉ αὐτόν. ὀ͂ν δέ κ’
ἐκσαννέˉσεται δικάκσαι τ-
ὰν γυναῖκ’ ἀπομόσαι τὰν Ἄρ-
τεμιν πὰρ Ἀμυκλαῖον πὰρ τὰν
Τοκσίαν. ὄτι δέ τίς κ’ ἀπομο-
10 σάνσαι παρέλεˉι, πέντε στατ-
ε͂ρανς καταστασεῖ καὶ τὸ κρ-
έος αὐτόν. vac. αἰ δέ κ’ ἀλλόττρι-
ος συνεσάδδεˉι, δέκα στ[ατ]ε͂-
ρανς καταστασεῖ, το͂ δὲ κρέˉ-
15 ιος διπλεῖ ὄτι κ’ ὀ δικαστὰς
ὀμόσει συνεσσάκσαι. vac.
αἰ ἀνὲˉρ ἀποθάνοι τέκνα κατ-
αλιπόˉν, αἴ κα λε͂ι ἀ γυνά, τὰ ϝὰ
αὐτᾶς ἔκονσαν ὀπυίεθθα-
20 ι κἄτι κ’ ὀ ἀνὲˉδ δο͂ι κατὰ τὰ ἐγ-
ραμμένα ἀντὶ μαιτύροˉν τρ-
ιο͂ν δρομέοˉν ἐλευθέροˉν· αἰ
δέ τι το͂ν τέκνοˉν πέροι, ἔνδι-
κον ἔˉμεˉν. vac. αἰ δέ κα ἄτεκνον
25 καταλίπεˉι, τά τε ϝὰ αὐτᾶς ἔκε-
ν κὀ͂τ[ι] κ’ ἐ̣ν̣[υ]π̣ά̣ν̣ε̣ι [τ]ὰ̣ν ἐˉμίν-
αν καὶ̣ [τ]ο͂ καρπ[ο͂] τ̣ο͂ ἔνδ[ο]θεν π-
εδὰ το͂ν ἐπιβαλλόντ[οˉν] μοῖρα-
ν λακὲν̣ καἴ τί κ’ ὀ ἀνὲˉδ δο͂ι ἆι ἔγ-
30 ρατται· αἰ δέ τι ἄλλο πέροι, ἔν-
δικον ἔˉμεˉν. vac. αἰ δὲ γυνὰ ἄτεκ-
νος ἀποθάνοι, τά τε ϝὰ
αὐτᾶς τοῖς ἐπιβάλλονσι ἀπ-
οδόμεˉν κὀ͂τι ἐνύπανε τὰν ἐˉ-
35 μίναν καὶ το͂ καρπο͂, αἴ κ’ ἐ͂ι ἐς
το͂ν ϝο͂ν αὐτᾶς, τὰν ἐˉμίνα-
ν. κόμιστρα αἴ κα λε͂ι δόμεˉν
ἀνὲˉρ ἒˉ γυνά, ἒˉ ϝε͂μα ἒˉ δυόˉδεκ-
α στατε͂ρανς ἒˉ δυόˉδεκα στατ-
40 έˉροˉν κρέος, πλίον δὲ μέˉ.vac. αἴ κ-
α ϝοικέος ϝοικέα κριθε͂ι δοˉο͂
ἒˉ ἀποθανόντος, τὰ ϝὰ αὐτᾶ-
ς ἔκεν· ἄλλο δ’ αἴ τι πέροι, ἔνδ-
ικον ἔˉμεˉν. vac. αἰ τέκοι γυνὰ κ-
45 εˉ[ρ]ε[ύο]νσα̣, ἐπελεῦσαι το͂ι ἀ-
νδρὶ ἐπὶ στέγαν ἀντὶ μαιτ-
ύροˉν τριο͂ν. αἰ δὲ μὲˉ δέκσαι-
το, ἐπὶ τᾶι ματρὶ ἔˉμεˉν τὸ τέκ-
νον ἒˉ τράπεν ἒˉ ἀποθέμεˉν· ὀρκ-
50 ιοˉτέροδ δ’ ἔˉμεˉν τὸς καδεστ-
ὰνς καὶ τὸς μαίτυρανς, αἰ
ἐπέˉλευσαν. vac. αἰ δὲ ϝοικέα τέ-
κοι κεˉρεύονσα, ἐπελεῦσαι
το͂ι πάσται το͂ ἀνδρός, ὂς ὄˉ-
55 πυιε, ἀντὶ μαιτύροˉν δ̣[υ]ο͂ν.
col. IV.1 αἰ δέ κα μὲˉ δέκσεται, ἐπὶ το͂ι
πάσται ἔˉμεˉν τὸ τέκνον το͂ι τ-
ᾶς ϝοικέας. αἰ δὲ το͂ι αὐτο͂ι αὖ-
τιν ὀπυίοιτο πρὸ το͂ ἐνιαυτ-
5 ο͂, τὸ παιδίον ἐπὶ το͂ι πάσται
ἔˉμεˉν το͂ι το͂ ϝοικέος. κὀˉρκιόˉ-
τερον ἔˉμεˉν τὸν ἐπελεύσαν-
τα καὶ τὸς μαίτυρανς. vac. γ-
υνὰ κεˉρεύονσ’ αἰ ἀποβάλοι
10 παιδίον πρὶν ἐπελεῦσαι κατ̣-
ὰ τὰ ἐγραμμένα, ἐλευθέροˉ μ-
ὲν καταστασεῖ πεντέˉκοντα
στατε͂ρανς, δόˉλοˉ πέντε καὶ ϝ-
ίκατι, αἴ κα νικαθε͂ι. ὀ͂ι δέ κα μ-
15 ὲˉ ’ί[εˉ] τ̣ις ’τέγα ὄπυι ἐπελευσε-
ῖ, ἒˉ αὐτὸν μὲˉ ὀρε͂ι, αἰ {αι} ἀποθ-
είεˉ τὸ παιδίον, ἄπατον ἔˉμεˉν.
vac. αἰ κύσαιτο καὶ τέκοι ϝοικ-
έα μὲˉ ὀπυιομένα, ἐπὶ το͂ι το͂
20 πατρὸς πάσται ἔˉμεˉν τὸ τ-
έκνον· αἰ δ’ ὀ πατὲˉρ μὲˉ δόˉοι, ἐ-
πὶ τοῖς το͂ν ἀδελπιο͂ν πάσ-
ταις ἔˉμεˉν. vac. τὸν πατέρα το͂ν
τέκνοˉν καὶ το͂ν κρεˉμάτοˉν κ-
25 αρτερὸν ἔˉμεˉν τᾶδ δαίσιος
καὶ τὰν ματέρα το͂ν ϝο͂ν αὐ-
τᾶς κρεˉμάτοˉν. ἆς κα δόˉοˉντι,
μὲˉ ἐπάνανκον ἔˉμεˉν δατε͂-
θθαι· αἰ δέ τις ἀταθείεˉ, ἀποδ-
30 άτταθθαι το͂ι ἀταμένοˉι ἆ-
ι ἔγρατται. ἐ͂ δέ κ’ ἀποθάνεˉι τις,
’τέγανς μὲν τὰνς ἐν πόλι κἄ-
τι κ’ ἐν ταῖς ’τέγαις ἐνε͂ι αἶ-
ς κα μὲˉ ϝοικεὺς ἐνϝοικε͂ι ἐπ-
35 ὶ κόˉραι ϝοικίοˉν καὶ τὰ πρόβατα κα-
ὶ καρταί̣ποδα ἄ κα μὲˉ ϝοικέος ἐ͂ι,
ἐπὶ τοῖς υἰάσι ἔˉμεˉν, τὰ δ’ ἄλ-
λα κρέˉματα πάντα δατε͂θθα-
ι καλο͂ς, καὶ λανκάνεν τὸς μ-
40 ὲν υἰύνς, ὀπόττοι κ’ ἴοˉντι, δύ-
ο μοίρανς ϝέκαστον, τὰδ δ-
ὲ θυγατέρανς, ὀπότται κ’ ἴοˉν-
τι, μίαν μοῖραν ϝεκάσταν. δ̣-
ατε͂θ[θ]αι δὲ καὶ τὰ ματρο͂ια, ἐ͂
45 κ’ ἀποθά̣[νεˉ]ι, ἆιπερ τὰ [πατρο͂]ι’
ἔγ̣[ρατ]ται. αἰ δὲ κρέˉματα μὲˉ εἴ-
εˉ, στέγα δέ, λακὲν τὰθ θ[υ]γατέ-
ρας ἆι ἔγρατται. vac. αἰ δέ κα λε͂-
ι ὀ πατὲˉρ δοˉὸς ἰὸˉν δόμεˉν τᾶ-
50 ι ὀπυιομέναι, δότοˉ κατὰ τ-
ὰ ἐγραμμένα, πλίονα δὲ μέˉ. vac.
ὀτείαι δὲ πρόθθ’ ἔδοˉκε ἒˉ ἐπέσ-
πενσε, ταῦτ’ ἔκεν, ἄλλα δὲ μὲˉ
ἔτι το̣͂ν̣ π[α]τρόˉι[οˉ]ν [κ]ρ̣έˉ[ματ’]
col. V.1 ἀπολαν[κά]νεν. γυνὰ ὀ[τ]εία κ-
ρέˉματα μὲˉ ἔκει ἒˉ [πα]τρὸδ δό-
ντος ἒˉ ἀ̣[δ]ελπιο͂ ἒˉ ἐπισπέν-
σαντος ἒˉ ἀπολα[κ]όνσα ἆ-
5 ι ὄκ’ ὀ Αἰθ[α]λεὺς ’ταρτὸς ἐκόσ-
μιον οἰ σὺν Κύ[λ]λ̣οˉι, ταύτ-
ας μὲν ἀ̣π̣ολανκάνεν, ταῖ-
δ δὲ πρόθθα μὲˉ ἔ[ν]δικον ἔˉμ-
εˉν. ❦ ἐ͂ κ’ ἀποθάνεˉι ἀνὲˉρ ἒˉ γυν-
10 ά, αἰ μέν κ’ ἐ͂ι τέκ̣ν̣α ἒˉ ἐς τέ-
κνοˉν τέκν̣α̣ ἒˉ ἐς τούτοˉν τέ-
κνα, τούτος ἔκε[ν] τὰ κρέˉμα-
τα. {²palmula}² αἰ δέ κα̣ μέˉτις ἐ͂ι τούτοˉ-
ν, ἀ{α}δελπιοὶ {²⁶ἀδελπιοὶ}²⁶ δὲ το͂ ἀποθανόν-
15 τος κἐˉκς ἀδε[λ]πιο͂ν τέκν-
α ἒˉ ἐς τούτοˉν τέκνα, τούτ-
ος ἔκεν τὰ κρέˉματα. {²palmula}² αἰ δέ κα
μέˉτις ἐ͂ι τούτοˉν, ἀδευπιαὶ δ-
ὲ το͂ ἀποθανόντος κἐˉς ταυτ-
20 ᾶν τέκνα ἒˉ ἐς το͂ν τέκνοˉν τέ-
κνα, τούτος ἔκεν τὰ κρέˉμα-
τα. {²palmula}² αἰ δέ κα μέˉτις ἐ͂ι τούτοˉν,
οἶς κ’ ἐπιβάλλεˉι ὄποˉ κ’ ἐ͂ι τὰ κρ-
έˉματα̣, τούτος ἀναιλε͂θθα-
25 ι. {²palmula}² αἰ δὲ μὲˉ εἶεν ἐπιβάλλοντε-
ς, τᾶς ϝοικίας οἴτινές κ’
ἴοˉντι ὀ κλᾶρος, τούτονς ἔ-
κεν τὰ κρέˉματα. vac. αἰ δέ κ’ οἰ
ἐπιβάλλοντες οἰ μὲν λεί-
30 οˉντι δατε͂θθαι τὰ κρέˉματ-
α, οἰ δὲ μέˉ, δικάκσαι τὸν δι-
καστὰν ἐπὶ τοῖλ λείονσι δ-
ατε͂θθαι ἔˉμεˉν τὰ κρέˉματα π-
άντα πρίν κα δάττονται. vac.
35 αἰ δέ κα δικάκσαντος το͂ δ-
ικαστᾶ κάρτει ἐνσείεˉι ἒˉ ἄ-
γεˉι ἒˉ πέρεˉι, δέκα στατε͂ραν-
ς καταστασεῖ καὶ το͂ κρέˉι-
ος διπλεῖ. vac. τνατο͂ν δὲ καὶ καρ-
40 πο͂ καὶ ϝέˉμας κἀνπιδέˉμας κ-
ἐˉπιπολαίοˉν κρεˉμάτοˉν αἴ κα μ-
ὲˉ λείοˉντι δατέˉ̣θ̣[θαι, τὸ]ν̣ δ̣-
[ικαστ]ὰν ὀμνύντα κρῖνα-
ι πορτὶ τὰ μοˉλιόμενα. vac. [α][δ]-
45 έ κα κρέˉματα δατιόμενοι
μὲˉ συνγιγνόˉσκοˉντι ἀν-
πὶ τὰν δαῖσιν, ὀˉνε͂ν τὰ κρέˉμ-
ατα· κὄˉς κα πλεῖστον διδ-
ο͂ι ἀποδόμενοι τᾶν τιμᾶν
50 δια[λ]ακόντοˉν τὰν ἐπαβο-
λὰν ϝέκαστος. {²palmula}² δατιομέ-
νοιδ δὲ κρέˉματα μαίτυρα-
νς παρέˉμεˉν δρομέανς ἐλε-
υθέρονς τρίινς ἒˉ πλίανς.
col. VI.1 θυγατρὶ ἐ͂ διδο͂ι, κατὰ τὰ αὐτ-
ά. vac. ἆς κ’ ὀ πατὲˉδ δόˉεˉι, το͂ν το͂ π-
ατρὸς κρεˉμάτοˉν πὰρ υἰέος
μὲˉ ὀˉνε͂θθαι μεˉδὲ καταθίθ-
5 εθθαι· ἄτι δέ κ’ αὐτὸς πάσετ-
αι ἒˉ ἀπολάκεˉι ἀποδιδόθθοˉ,
αἴ κα λε͂ι. μεˉδὲ τὸν πατέρα τὰ το͂-
ν τέκνοˉν ἄτι κ’ αὐτοὶ πάσον-
ται ἒˉ ἀπολάκοˉντι. {²palmula}² μεˉδὲ τὰ τ-
10 ᾶς γυναικὸς τὸν ἄνδρα ἀπο-
δόθαι μεˉδ’ ἐπισπένσαι, μεˉδ’
υἰὺν τὰ τᾶς ματρός. vac. αἰ δ-
έ τις πρίαιτο ἒˉ καταθεῖτο ἒˉ ἐ-
πισπένσαιτο, ἀλλᾶι δ’ ἔγρατ-
15 [τα]ι, ἆι τάδε τὰ γράμματα ἔγ-
[ρ]α̣[τται, τὰ] μ[ὲ]ν
κρέˉματα ἐπὶ τᾶι ματρὶ ἔˉμ-
εˉν κ’ ἐπὶ τᾶι γυναικί, ὀ δ’ ἀπο-
δόμενος ἒˉ καταθὲνς ἒˉ ἐπι-
20 σπένσανς το͂ι πριαμένοˉι
ἒˉ καταθεμένοˉι ἒˉ ἐπισπεν-
σαμένοˉι διπλεῖ καταστα-
σεῖ καἴ τί κ’ ἄλλ’ ἄτας ἐ͂ι, τὸ ἀπ-
λόον· το͂ν δὲ πρόθθα μὲˉ ἔν-
25 δικον ἔˉμεˉν. vac. αἰ δέ κ’ ὀ ἀντίμ-
οˉλος ἀπομοˉλε͂ι ἀνπὶ τὸ κρ-
έος ὀ͂ι κ’ ἀνπιμοˉλίοˉντι μ-
ὲˉ ἔˉμεˉν τᾶς ματ[ρ]ὸς ἒˉ τᾶ-
ς γυναικός, μοˉλὲν ὄπεˉ κ’ ἐπ-
30 ιβάλλεˉι, πὰρ το͂ι δικαστᾶι
ἐ͂ ϝεκάστοˉ ἔγρατται. vac. αἰ δέ κ’ ἀ-
ποθάνεˉι μάτεˉρ τέκνα καταλιπό-
νσα, τὸν πατέρα καρτερὸν ἔˉμεˉν
το͂ν ματροˉίοˉν, ἀποδόθαι δὲ μὲˉ
35 μεˉδὲ καταθέμεˉν, αἴ κα μὲˉ τὰ τέκ-
να ἐπαινέˉσει δρομέες ἰόντες.
[α]ἰ δέ τις ἀλλᾶι πρίαιτο ἒˉ κατα-
θεῖτο, τὰ μὲν κρέˉματα ἐπὶ τοῖ-
ς τέκνοις ἔˉμεˉν, το͂ι δὲ πριαμ-
40 ένοˉι ἒˉ καταθεμένοˉι τὸν ἀποδ-
όμενον ἒˉ τὸν καταθέντα τὰν
διπλείαν καταστᾶσαι τᾶς τ-
ιμᾶς, καἴ τί κ’ ἄλλ’ ἄτας ἐ͂ι, τὸ ἀ-
πλόον. αἰ δέ κ’ ἄλλαν ὀπυίεˉι, τὰ τ-
45 έκνα̣ [το͂]ν [μ]α̣τροˉίοˉν καρτερὸν-
<ς> ἔˉμεˉν. vac. αἰ κ’ ἐδδυσ̣[άμενον] πέ-
ρα̣[νδε] ἐκς ἀλλοπολίας ὐπ’ ἀν-
άνκας ἐκόμενος κελομένοˉ τι-
ς λύσεται, ἐπὶ το͂ι ἀλλυσαμέν-
50 οˉι ἔˉμεˉν πρίν κ’ ἀποδο͂ι τὸ ἐπιβά-
λλον. αἰ δέ κα μὲˉ ὀμολογίοˉντ-
ι ἀμπὶ τὰν πλεˉθὺν ἒˉ μὲˉ [κ]ελομέ-
[ν]οˉ αὐτο͂ [λ]ύσαθθαι, τὸν δικασ-
τὰν ὀμνύντα κρίνεν πορτὶ τὰ
55 μοˉλιόμενα. το͂ ἐλευθέροˉ τὸν
δ̣ε [— — — — αἴ κ’ ὀ δο͂λος]
col. VII.1 ἐπὶ τὰν ἐλευθέραν ἐλθὸˉν ὀπυίεˉι,
ἐλεύθερ’ ἔˉμεˉν τὰ τέκνα. αἰ δέ κ’
ἀ ἐλευθέρα ἐπὶ τὸν δο͂λον, δο͂λ’ ἔˉμ-
εˉν τὰ τέκνα. {²palmula}² αἰ δέ κ’ ἐς τᾶς αὐτ-
5 ᾶς ματρὸς ἐλεύθερα καὶ δο͂λα
τέκνα γένεˉται, ἐ͂ κ’ ἀποθάνεˉι ἀ
μάτεˉρ, αἴ κ’ ἐ͂ι κρέˉματα, τὸνς ἐλε-
υθέρονς ἔκεν. αἰ δ’ ἐλευθέροι
μὲˉ ἐκσεῖεν, τὸνσς ἐπιβάλλον-
10 τανς ἀναιλε͂θαι. vac. α[ἴ] κ’ ἐκς ἀγ-
ορᾶς πρ[ι]ά̣μενος δο͂λον μὲˉ π-
εραιόˉσει τᾶν ϝεκσέˉκοντ’ ἀμ-
ερᾶν, αἴ τινά κα πρόθ’ ἀδικέˉ-
κεˉι ἒˉ ὔστερον, το͂ι πεπαμέν-
15 οˉι ἔνδικον ἔˉμεˉν. vac. τὰμ πα-
[τ]ροˉι[ο͂]κον̣ ὀπυίεθαι ἀδελπι-
ο͂ι το͂ πατρὸς το͂ν ἰόντοˉν το͂ι
πρειγ[ί]στοˉι. αἰ δέ κα πλίες πατ-
ροˉιο͂κοι ἴοˉντι κἀδελπι[ο]ὶ το͂ πα-
20 τρός, [τ]ο͂ι ἐπιπρειγίστοˉι ὀπυί-
εθαι. αἰ δέ κα μὲˉ ἴοˉντι ἀδ̣ελπιο-
ὶ το͂ π[α]τρός, υἰέεδ δὲ ἐκς ἀδελ-
πιο͂ν, ὀπυίεθαι ἰο͂ι το͂ι [ἐ]ς το͂ π-
ρειγίστοˉ. αἰ δέ κα πλίες ἴοˉντ-
25 ι πατροˉιο͂κοι κυἰέες ἐκς ἀδε-
λπιο͂ν, ἄλλοˉι ὀπυίεθαι το͂ι ἐπ-
ὶ το͂ι ἐς [τ]ο͂ πρειγ̣[ί]στοˉ. μίαν δ’
ἔκεν πατροˉι[ο͂]κον τὸν ἐπιβάλ-
λοντα, πλίαδ δὲ [μ]έˉ. ❦ ἆδ δέ κ’ ἄν-
30 οˉρος ἐ͂ι ὀ ἐπιβ̣άλλοˉν ὀπυίεν ἒˉ
ἀ πατροˉιο͂κος, [σ]τέγαν μέν, αἴ
κ’ ἐ͂ι, ἔκεν τὰν πατροˉιο͂κον, τᾶδ
δ’ ἐπικαρπίας παντὸς τὰν ἐˉμ-
ίναν ἀπολανκάνεν τὸν ἐπιβ-
35 άλλοντα ὀπυίεν. vac. αἰ δέ κ’ ἀπό-
δρομος ἰὸˉν ὀ ἐπιβάλλοˉν ὀπυ-
ίεν ἐˉβίοˉν ἐˉβίονσαν μὲˉ λε͂ι ὀπ-
υίεν, ἐπὶ τᾶι πατροˉιόˉκοˉι ἔˉμεˉ-
ν τὰ κρέˉματα πάντα καὶ τὸν κ-
40 αρπόν, πρείν κ’ ὀπυίεˉι. ❦ αἰ δέ κα
δρομεὺς ἰὸˉν ὀ ἐπιβάλλοˉν ἐˉ-
βίονσαν λείονσαν ὀπυίε-
θαι μὲˉ λε͂ι ὀπυίεν, μοˉλὲˉν τὸς
καδεστὰνς τὸς τᾶς πατροˉι-
45 όˉκοˉ, ὀ δὲ δικασ̣τὰ̣[ς] δικ[α]κ̣σ̣[ά]-
τοˉ ὀπυίεν ἐν τοῖς δ[υ]οῖς μεˉ-
νσί. αἰ δέ κα μὲˉ ὀπυίεˉι ἆι ἔγρα-
ται, τὰ κρέˉματα πάντ’ ἔκονσα-
ν, αἴ κ’ ἐ͂ι ἄλλος, το͂ι ἐπιβάλλοντ-
50 ι· vac. αἰ δ’ ἐπιβάλλοˉν μὲˉ εἴεˉ, τᾶς
πυλᾶς το͂ν αἰτιόντοˉν ὄτιμ-
ί κα λε͂ι ὀπυίεθ̣αι. vac. αἰ δέ κα το͂-
ι ἐπιβάλλοντι ἐˉβίονσα μὲˉ λε͂-
ι ὀπυίεθαι ἒˉ ἄνοˉρος ἐ͂ι ὀ ἐπιβ-
55 άλ[λ]οˉν [κα]ὶ μ[ὲˉ λε͂ι μέν]εν
col. VIII.1 ἀ πατροˉιο͂κος, στέγαμ μέν,
αἴ κ’ ἐ͂ι ἐν πόλι, τὰμ πατροˉιο͂κο-
ν ἔκεν κἄτι κ’ ἐνε͂ι ἐν τᾶι στέγ-
αι, το͂ν δ’ ἄλλοˉν τὰν ἐˉμί<ν>αν δ-
5 ιαλακόνσαν ἄλλοˉι ὀπυίεθ-
αι τᾶς πυλᾶς το͂ν αἰτιόντοˉν
ὄτιμί κα λε͂ι. vac. ἀποδατε͂θαι δ-
ὲ το͂ν κρεˉμάτοˉν ἰο͂ι. ❦ αἰ δὲ μὲˉ
εἶεν ἐπιβάλλοντες τᾶι {παι} π-
10 ατροˉιόˉκοˉι ἆ[ι ἔ]γρατται, τὰ κρ-
έˉματα πάντ’ ἔκ[ον]σαν τᾶς πυ-
λᾶς ὀπυίεθ[α]ι ὄτιμί κα λε͂ι.
❦ αἰ δὲ τᾶς πυλ[ᾶ]ς μέˉτι<ς> λε-
ίοι ὀ̣[π]υίεν, τὸς καδεστὰνς
15 τὸς τᾶς πατροˉιόˉκοˉ ϝεί̣π̣αι κ-
ατὰ [τὰν πυλ]ὰν ὄτι οὐ λ̣[ε͂ι ὀ]πυ-
ίεν τις; καἰ μὲν τίς κ̣’ [ὀ]πυίεˉι ἐ-
ν ταῖς τριάκοντα ἐ͂ κα ϝείπον-
τι· αἰ δὲ μ<έˉ>, ἄλλοˉι ὀπυίεθαι ὄτι-
20 μί κα νύναται. vac. αἰ δέ κα πατρὸ-
ς δόντος ἒˉ ἀδελπιο͂ πατροˉιο͂-
κος γένεˉται, αἰ λείοντος ὀπ-
υίεν ὀ͂ι ἔδοˉκαν μὲˉ λείοι ὀπυ-
ίεθαι, αἴ κ’ ἐστετέκνοˉται, δια-
25 λακόνσαν το͂ν κρεˉμάτοˉν ἆι ἔ-
γρατται [ἄλλ]οˉι ὀπυιέθ[οˉ τᾶ]ς̣ π̣-
υλᾶ[ς]. vac. αἰ δὲ τέκνα μὲˉ εἴεˉ, πάντ’
ἔκονσαν το͂ι ἐπιβάλλοντι ὀπυ-
ίεθαι, αἴ κ’ ἐ͂ι, αἰ δὲ μέˉ, ἆι ἔγραττ-
30 αι. ἀνὲˉρ αἰ ἀποθάνοι πατροˉι-
όˉκοˉι τέκνα καταλιπόˉν, αἴ κα λε͂ι,
ὀπυιέθοˉ τᾶς πυλᾶς ὄτιμί κα ν-
ύναται, ἀνάνκαι δὲ μέˉ. αἰ δὲ τέ-
κνα μὲˉ καταλίποι ὀ ἀποθανόˉν,
35 ὀπυίεθαι το͂ι ἐπιβάλλοντι ἆ-
ι ἔγρατται.vac. αἰ δ’ ὀ ἐπιβάλλοˉν τ-
ὰν πατροˉιο͂κον ὀπυίεν μὲˉ ἐπ-
ίδαμος εἴεˉ, ἀ δὲ πατροˉιο͂κος
ὀˉρίμα εἴεˉ, το͂ι ἐπιβάλλοντι ὀ-
40 πυίεθαι ἆι ἔγρατται. πατροˉιο͂-
κον δ’ ἔˉμεˉν, αἴ κα πατὲˉρ μὲˉ ἐ͂ι ἒˉ ἀ-
δελπιὸς ἐς το͂ αὐ[το͂] πατρός. το͂ν
δὲ κρεˉμάτοˉ[ν κα]ρτερὸνς ἔˉμεˉν τ-
ᾶς ϝεργασία[ς τὸς] πάτροˉανς,
45 [τ]ᾶ̣[δ] <δ’> ἐ̣π̣ι̣[καρ]πίας διαλ[αν]κ̣[ά]ν̣-
εν τὰν ἐˉμίναν, ἆς κ’ ἄ[ν]οˉρ̣[ο]ς ἐ͂ι.
vac. αἰ δ’ ἀν[όˉ]ροˉι ἰάτται μὲˉ εἴεˉ ἐπ-
ιβάλλοˉν, τὰν πατροˉιο̣͂κον καρ-
τερὰν ἔˉμεˉν το͂ν τε κρεˉμάτοˉν κ-
50 αὶ το͂ καρπο͂, κἆς κ’ ἄν[οˉ]ρος ἐ͂ι τ-
ράπεθαι [π]ὰ̣ρ τᾶι ματρί· αἰ δὲ μ-
άτεˉρ μὲˉ εἴεˉ, πὰρ τοῖς [μ]άτροˉσι
τράπεθα[ι. vac.] αἰ δέ τις ὀπυίοι τὰ-
ν πατροˉιο͂κον, ἀλλᾶι δ’ [ἔγ]ρατται,
55 πεύ̣θεν̣ [πορ]τ̣ὶ̣ κ̣ό̣σ̣μ̣ο̣ν̣
col. IX.1 τὸνς ἐπιβά̣[λλοντανς.vac.] αἴ κ’ ὀ-
πέˉλοˉ[ν ἄργυρον πα]τροˉιο͂κον κα-
ταλίπεˉι, ἒˉ αὐ[τὰν ἒˉ διὰ τὸν]ς̣ π-
άτροˉαν[ς καὶ τὸ]νς μάτροˉαν-
5 ς καταθέμεˉν ἒˉ̣ [ἀποδ]όθαι το͂ ὀπ-
λέˉματος̣ [καὶ δ]ικαίαν ἔˉμεˉν τ-
ὰν ὀˉνὰν καὶ τὰν κ[ατάθε]σιν. αἰ
δ’ ἀλλᾶ[ι πρί]αιτό τις κρέˉματα ἒˉ
καταθεῖτο το͂ν τᾶς πα[τρ]οˉ̣ιόˉκοˉ, τ-
10 ὰ μὲν [κρ]έˉ̣ματα ἐπὶ τᾶι πατροˉιόˉκ-
οˉι ἔˉμεˉν, ὀ δ’ ἀποδόμενος ἒˉ κατ-
αθὲνς το͂ι πριαμένοˉι ἒˉ καταθε-
μένοˉι, αἴ κα νικαθε͂ι, διπλεῖ κα-
ταστασεῖ καἴ τί κ’ ἄλλ’ ἄτας ἐ͂ι, τ-
15 ὸ ἀπλόον ἐπικαταστασεῖ, vac. ἆ-
ι τ̣ά̣δε τὰ γ[ράμμ]ατ̣’ [ἔγρατται, τ]-
ο͂[ν δ]ὲ̣ πρόθα μ̣[ὲˉ ἔ]ν̣δικον ἔˉμεˉν.
vac. αἰ δ’ ὀ ἀντίμοˉλος ἀπομ[οˉλ]ίο-
ι ἀ[νπ]ὶ τὸ κρέος ὀ͂ι κ’ ἀνπιμοˉλί-
20 οˉντι μὲˉ τᾶς πατροˉιόˉκοˉ ἔˉ̣[μ]εˉν,
ὀ δ[ικ]αστὰς ὀμνὺς κρινέτοˉ· αἰ
δὲ νικάσαι μὲˉ τᾶς πατρ[οˉι]όˉκ-
οˉ ἔˉμ̣εˉ̣ν, μοˉλὲν ὄπεˉ κ’ ἐπιβάλλεˉι, ἐ͂
ϝεκάστοˉ ἔγρατται #⁵⁶ αἰ ἀν[δ]εκσ-
25 άμ̣[ε]νος ἒˉ νενικαμένο[ς ἒˉ ἐν]κ̣-
οιοˉτὰνς ὀπέˉλοˉν̣ ἒˉ διαβαλόμε-
νος ἒˉ διαϝειπάμενος ἀποθά-
νοι ἒˉ τούτοˉι ἄλλος, ἐπιμοˉλ-
ὲνν̣ ἰο͂ πρὸ το͂ ἐνιαυτο͂· ὀ δὲ δικα-
30 στὰς δικαδδέτοˉ πορτὶ τὰ ἀ̣ποπ-
οˉνιόμενα· αἰ μέν κα νίκας ἐπι-
μοˉλε͂ι, ὀ δικαστὰς κὀˉ μνάμοˉν,
αἴ κα δόˉεˉι καὶ πολιατεύεˉι, οἰ δὲ μ-
αίτυρες οἰ ἐπιβάλλοντες, ἀνδοκ-
35 ᾶδ <δ>ὲ κἐˉνκοιοˉτᾶν καὶ διαβολᾶς κ-
αὶ διρέˉσιος μαίτυρες οἰ ἐπιβ-
άλλοντες ἀποποˉνιόντοˉν. ἐ͂ δέ κ’ ἀ-
ποϝείποντι, δικαδδέτοˉ ὀμόσ-
α<ν>τα αὐτὸν καὶ τὸνς μαίτυρ-
40 ανς νικε͂ν τὸ ἀπλόον. vac. υἰὺς α-
ἴ κ’ ἀνδέκσεται, ἆς κ’ ὀ πατὲˉ<δ> δόˉεˉι,
αὐτὸν ἀτε͂θαι καὶ τὰ κρέˉματα
ἄτι κα πέπαται #⁵⁶ αἴ τίς κα πέˉρα-
ι συναλ[λάκ]σει, ἐ͂ ἐς πε͂ρ[α]ν ἐπι-
45 θέντι μὲˉ ἀποδιδο͂ι, αἰ μέν κ’ ἀ-
ποποˉνίοˉντι μαίτυρες ἐˉβίοντ-
ες το͂ ἐκατονστατέˉροˉ καὶ πλίο-
νος τρέες, το͂ μείονος μέττ’ ἐ-
ς τὸ δεκαστάτεˉρον δύ̣ο, το͂ μεί-
50 ονος ἔ̣ν<δ>, δικαδδέτοˉ πορτ̣ὶ τὰ
ἀποποˉ[ν]ιόμενα. αἰ δὲ μαίτυρε-
[ς] μὲˉ ἀ̣[π]οπ̣οˉνίοιεν, ἐ͂ κ’ ἔ[λ]θεˉι ὀ συ-
ναλλάκσανς, ὄτερόν κ[α] κέλεˉ[τ]αι ὀ
μενπόμενος, ἒˉ ἀπομόσαι ἒˉ σὺν
col. X.1 σ[— — — — — — — — — — — —]
[— — — — — — — — — — — — —]τ
αν[— — — — — — — — — — — —]
[— — — — — — — — — — —] αἴ κα
5 λε̣͂[ι] ἐκα[— — — — — — — — — —]
[— — — — — — — — κ]ρέος ἒˉ [με]ῖ̣-
[ον πλ]ίον δ̣[ὲ μέˉ. — — — — — —]
[— — — — — — — — — — — — —]
[— — — — — — — — — — — — —]
10 [— — — — — — — — — — — — —]ν
κρέος [— — — — — — — — — — —]
[— — — — — — — — — — ἀ]ποδόν-
τανς το[— — — — — — — — — —]
[— — — — — — — — — — —] ματρὶ
15 δ’ υἰὺν̣ [ἒˉ ἄνδρα γυναικὶ δόμεˉν ἐ]-
κατὸν στατε͂ρα[νς] ἒˉ̣ μεῖον, π-
λίον δὲ μέˉ. αἰ δὲ πλία δοίεˉ, αἴ
κα λείοˉντ’ οἰ ἐπιβάλλοντες, τ-
ὸν ἄργυρον ἀποδόντες τὰ κρ-
20 έˉματ’ ἐκόντοˉν. vac. αἰ δέ τις ὀπέˉ-
λοˉν ἄργυρον ἒˉ ἀταμένος ἒˉ μ-
οˉλιομένας δίκας δοίεˉ, αἰ
μὲˉ εἴεˉ τὰ λοιπὰ ἄκσια τᾶς ἄ-
τας, μεˉδὲν ἐς κρέος ἔˉμεˉν τὰν
25 δόσιν. {²ligo}² ἄντροˉ[π]ον μὲˉ ὀˉνε͂θα-
ι κατακείμενον πρίν κ’ ἀλλύσ-
εται ὀ καταθένς, μεˉδ’ ἀμπίμοˉ-
λον, μεˉδὲ δέκσαθαι μεˉδ’ ἐπισ-
πένσαθαι μεˉδὲ καταθέθαι. αἰ
30 δέ τις τούτοˉν τι ϝέρκσαι, μεˉδ-
ὲν ἐς κρέος ἔˉμεˉν, αἰ ἀποποˉνίο-
ιεν δύο μαίτυρε<ς>. vac.
ἄνπανσιν ἔˉμεˉν ὄποˉ κά τιλ λ-
ε͂ι. ἀμπαίνεθαι δὲ κατ’ ἀγορὰν
35 καταϝελμένοˉν το͂μ πολιατᾶ-
ν ἀπὸ το͂ λάοˉ ὀ͂ ἀπαγορεύοντι.
vac. ὀ δ’ ἀμπανάμενος δότοˉ τᾶ-
ι ἐταιρεˉίαι τᾶι ϝᾶι αὐτο͂ ἰαρέˉ-
ιον καὶ πρόκοον ϝοίνοˉ. vac. καἰ
40 μέν κ’ ἀνέλεˉται πάντα τὰ κρέˉ-
ματα καὶ μὲˉ συννε͂ι γνέˉσια τ-
έκνα, τέλλεμ μὲν τὰ θῖνα καὶ
τὰ ἀντρόˉπινα τὰ το͂ ἀνπαναμέ-
νοˉ κἀναιλε͂θαι ἆιπερ τοῖς γ-
45 νεˉσίοις ἔγρ̣ατται. αἰ̣ [δ]έ̣ κα μ̣ὲˉ
λε͂ι τέλλεν ἆι ἔγρατται, τὰ κ[ρ]έˉ-
ματα τὸνς ἐπιβάλλοντανς ἔκε-
ν. αἰ δέ κ’ ἐ͂ι γνέˉσ[ι]α τέκνα το͂ι ἀν-
παναμένοˉι, πεδὰ μὲν το͂ν ἐρσ-
50 ένοˉν τὸν ἀμπαντόν, ἆιπερ αἰ θ-
έˉλ̣[ε]ιαι ἀπὸ το͂ν ἀδελπιο͂ν λανκά-
νοντι· αἰ δέ κ’ ἔρσενες μὲˉ ἴοˉν-
τι, θέˉλειαι δέ, ϝισϝόμοιρον ἔˉ-
col. XI.1 [μεˉν] τὸν ἀνπαντὸν καὶ μὲ*6 ἐ-
πάνανκον ἔˉμεˉν τέλλεν τ[ὰ τ]-
[ο͂ ἀν]παναμένοˉ καὶ τὰ κρέˉμα-
τ’ ἀναιλ<ε͂>θαι ἄτι κα κατα[λίπεˉ]-
5 [ι ὀ ἀ]ν̣πανάμενος· πλίυι δὲ τὸν̣
ἀνπαντὸμ μὲˉ ἐπικοˉρέν. vac. [αἰ δ’]
[ἀπο]θάνοι ὀ ἀνπαντὸς γν̣έˉσια
τέκνα μὲˉ καταλιπόˉν, πὰρ τὸ[νς τ]-
[ο͂ ἀν]παναμένοˉ ἐπιβάλλονταν-
10 ς ἀνκοˉρὲν τὰ κρέˉματα. αἰ δ[έ κα]
[λε͂ι] ὀ ἀνπανάμενος, ἀποϝειπ-
άθθοˉ κατ’ ἀγορὰν ἀπὸ το͂ λά[οˉ ὀ͂]
[ἀπα]γορεύοντι καταϝελμέν-
οˉν το͂ν πολιατᾶν· ἀνθέμεˉ̣[ν δὲ]
15 [δέκ]α̣ [σ]τατε͂ρανς ἐδ δικαστ-
έˉριον, ὀ δὲ μνάμοˉν̣ ὀ το͂ κσεˉν-
ίοˉ ἀποδότοˉ το͂ι ἀπορρεˉθέντι.
γυνὰ δὲ μὲˉ ἀμπαινέθθοˉ μεˉδ’
ἄνεˉβος. vac. κρέˉθαι δὲ τοῖδδε ἆ-
20 ι τάδε τὰ γράμματ’ ἔγραπσε,
το͂ν δὲ πρόθθα ὄπαι τις ἔκει ἒˉ ἀ-
μπαντύι ἒˉ πὰρ ἀμπαντο͂ μὲˉ ἔτ’ ἔ-
νδικον ἔˉμεˉν. vac.
ἄντροˉπον ὄς κ’ ἄγεˉι πρὸ δίκας
25 αἰεὶ ἐπιδέκεθαι. vac.
τὸν δικαστάν, ὄτι μὲν κατὰ
μαίτυρανς ἔγρατται δικάδδ-
εν ἒˉ ἀπόˉμοτον, δικάδδεν ἆι ἔ-
γρατται, το͂ν δ’ ἀλλο͂ν ὀμνύντ-
30 α κρίνεν πορτὶ τὰ μοˉλιόμεν-
α. vac. αἴ κ’ ἀποθάνεˉι ἄργυρον
ὀπέˉλοˉν ἒˉ νενικαμένος, αἰ μέ-
ν κα λείοˉντι οἶς κ’ ἐπιβάλλεˉι
ἀναιλε͂θαι τὰ κρέˉματα τὰν ἄ-
35 ταν ὐπερκατιστάμεν καὶ τὸ
ἀργύριον οἶς κ’ ὀπέˉλεˉι, ἐκόντ-
οˉν τὰ κρέˉματα· αἰ δέ κα μὲˉ λεί-
οˉντι, τὰ μὲν κρέˉματα ἐπὶ τοῖ-
ς νικάσανσι ἔˉμεˉν ἒˉ οἶς κ’ ὀ-
40 πέˉλεˉι τὸ ἀρ<γ>ύριον, ἄλλαν δὲ
μεˉδεμίαν ἄταν ἔˉμεˉν τοῖ-
ς ἐπιβάλλονσι. ἀτ̣έˉθαι δὲ ὐ-
πὲρ μ[ὲ]ν το͂ [πα]τρὸς τὰ πατρο͂-
ια, ὐπὲ<δ> δὲ τᾶς ματρὸς τὰ μα-
45 τρο͂ια. vac.
γυνὰ ἀνδρὸς ἄ κα κρίνεˉται,
ὀ δικαστὰς ὄρκον αἴ κα δικάκ-
σει, ἐν ταῖς ϝίκατι ἀμέραις ἀ-
πομοσάτοˉ παριόντος το͂ δικα-
50 στᾶ ὀ͂τι κ’ ἐπικαλε͂ι. προϝειπάτ-
οˉ δὲ ὀ ἄρκοˉν τᾶ<δ> δίκας τᾶι γυνα-
ικὶ καὶ το͂ι δικα<σ>τᾶι καὶ [τ]ο͂ι
μν̣ά̣μονι προτέταρτον ἀντὶ μ-
α̣ί̣τ̣υ̣ρ̣ο̣ς̣ π̣ε̣ν̣τ̣εκαιδεκαδρόμοˉ
55 ἒˉ πρείγονος. vac.
col. XII.1 ματρὶ υἰὺ{ι}ς {²⁶υἰὺς}²⁶ ἒˉ ἀ[ν]ὲˉ̣ρ γυναικὶ
κρέˉματα αἰ ἔδοˉκε, ἆι ἔγ̣ρατ-
το πρὸ το͂νδε το͂ν γραμμάτοˉν,
μὲˉ ἔνδικον ἔˉμεˉν· τὸ δ’ ὔστε-
5 ρον διδόμεˉν ἆι ἔγρατται. vac.
ταῖς πατροˉιόˉκοις αἴ κα μὲˉ
ἴοˉντι ὀρπανοδικασταί, ἆ-
ς κ’ ἀνόˉροι ἴοˉντι, κρέˉθαι κατὰ
τὰ ἐγραμμένα. vac. ὄπεˉ δέ κ’ ἀ
10 πατρ[οˉι]ο͂κος μὲˉ ἰόντος ἐπι-
βάλλοντος μεˉδ’ ὀρπανοδικ-
αστᾶν πὰρ τᾶι ματρὶ τράπεˉ-
ται, τὸν πάτροˉα καὶ τὸμ μάτ-
ροˉα τὸνς ἐγραμμένονς τ-
15 ὰ κρέˉματα καὶ τὰν ἐπικαρπί-
αν ἀρτύεν ὄπαι κα ν<ύν>ανται κά-
λλιστα, πρίν κ’ ὀπυίεˉται. ὀπυί-
εθαι δὲ δυοδεκαϝετία ἒˉ πρεί-
γονα. vac.
Search Help
Contact Us