[ ] Crete, E. — Itanos [Car., Magnesia Mai.] — 112/111 BC — McC. Magn. 160 (B)
1           θ̣ε̣ὸ[ς]                             ἀ[γ]α̣θ̣ό̣[ς].
[ἐ]πὶ Ὀλυμπικοῦ vac. Σ[μισιῶν]ος vac. εʹ vac. ἱσταμένου vac. ἀπ̣ό̣φασις Εὐφήμου τοῦ [Παυσανίου],
ν̣εωκόρου τῆς Ἀρτέμιδ[ο]ς τῆς Λευκοφρυηνῆς vac., Κίλλου τοῦ Δημητρίου, <Ἀ>ρισταγόρου τοῦ Δημο[— —],
Ἀπολλωνίου τοῦ Ἀλέξωνος, Λυκομήδου τοῦ Εὐπολέμου, Δημητρίου τοῦ Δημητρίου τοῦ Ἡροπύθου,
5 Δημητρίου τοῦ Δημητρίου τοῦ Ἀναξαγόρου, Αἰδούχου τοῦ Ἀπολλοδώρου, Μιννίωνος τοῦ Διονυ-
σίου τοῦ Μιννίωνος, Ἐπικούρου τοῦ Ἀρτεμιδώρου τοῦ Μοσχίωνος, Παυσσικράτου τοῦ Ἡροπύθου, Ἀπολ-
λων[ο]υ [τ]οῦ Ἀπολλωνίου, Εὐβούλου τοῦ Ἀλεξίωνος, Βοήθου τοῦ Ἀνδρομάχου, Ἀρτεμιδώρου τοῦ Δη-
μητ̣ρίου, Ἀπολλωνίου τοῦ Διονυσοδώρου, Ἐπικράτου τοῦ Διοκλέους τοῦ Διονυσοκλέους̣, Ε̣ὐβούλου
τοῦ Μάνδρωνος, κεχειροτονημένων καὶ αὐτῶν ὑπὸ τοῦ δήμου δικάσαι Κρησὶν Ἰτ[ανίοις τε κα]ὶ Ἱ[ερ]απυ-
10 τνί̣[οις κατὰ τὸ γεγο]νὸς ὑπὸ τῆς συγκλήτου δόγμα καὶ κατ<ὰ> τὴν ἀποσταλεῖσα[ν ἐπιστολὴν ὑπὸ] Λευ̣-
κ̣[ίου Καλοπορνίου Λε]υκίου υἱοῦ Πείσωνος στρατηγοῦ ὑπάτου· εὐκτὸν̣ μὲν ἦν̣ [— — — — — —]
ι[— — — — — — — —] ἡμῶν εἰς μηδεμίαν φιλονικίαν καὶ πλεοναζο[— — — — — — — — — — —]
δ[— — — — — — — —]ιεσθαι μετ’ εἰρήνης δὲ καὶ τῆς πάσης ὁμονοίας [καὶ οἰκειότητο]ς
τ[ὴν πρὸς ἀλλήλο]υς διαφυλάσσειν εὔνοιαν· ἐπειδὴ <δὲ> οἱ καιροὶ πολλ[άκις — — — — — —]ς
15 σ[— — — — — — — —] τοὺς συνγενεστάτους εἰς διάστασιν τὴν πρ<ὸ>ς ἀ[λλήλους ἐξάγουσι]ν
α[— — — — — — — —] π̣ᾶσιν τοῖς οὖσιν ἐν φιλίαι διαλύειν ὅσον ἐφ’ ἑαυτοῖς [τὰς ἐκ παλαιῶν] χρό-
νω[ν αὐτοῖς ․․․․]ε̣λη<λ>υθυίας ἔκθρας vac., ὅθεν καὶ τὰ νῦν εἰς τὴν μὲν [— — — — — — —]․ε
λΙ̣[․․․․ Ἰτανί]ων καὶ Ἱεραπυτνίων· vac. τῆς δὲ συνκλήτου στοιχουμ̣[ένης τῆι παρ’ ἑαυ]τῆι
πρ̣[ὸς πάντας ἀνθρώ]πους ὑπαρχούσηι δικαιοσύνηι δούσης κριτὴν αὐτ[οῖς τὸν ἡμέτερ]ον
20 δῆ̣[μον, γράψαντος] δ̣ὲ περὶ τούτων καὶ τοῦ στρατηγοῦ Λευκίου Καλοπορ̣[νίου Λευκίου υ]ἱοῦ
Πείσωνος, [καθ]ότι τὰ ἀποδοθέντα ἡμῖν ὑπ’ ἑκατέρων γράμματα περιέχει, ὁ δῆμος ἡμῶν̣
τοῖς τε ὑπὸ Ῥωμαίων τῶν κοινῶν εὐεργετῶν διὰ παντὸς γραφομένοις πείθεσθαι προαιρούμε-
νος, μεμνημένος τε τῶν διὰ προγόνων ἀπὸ τῆς ἀρχῆς γεγενημένων ὑφ’ ἑαυτοῦ πρὸς πάντας Κρητα-
εῖς καλῶν καὶ ἐνδόξων, ἃ καὶ θεοῦ χρησμοῖς καὶ τῆι παρὰ πᾶσιν ἀνθρώποις εἰδήσει κα[τ]είληπται, καὶ νῦν
25 μετὰ σπουδῆς καὶ φιλοτιμίας ἐποιήσατο τὴν αἵρεσιν τοῦ δικαστηρίου ἐν τῆι ὑφ’ ἑκατέρων γενηθεί[σηι]
ὁμολόγωι ἡμέραι. ἀποδειχθέντες οὖν καὶ αὐτοὶ κριταὶ παραχρῆμα ἀναβάντες ἐπὶ τὸν βωμὸν τῆς Ἀρτέμι-
δος τῆς Λευκοφρυηνῆς σφαγιασθέντος ἱερείου ὠμόσαμεν καθ’ ἱερῶν, παρόντων τῶν τε διαδικα-
ζομένων ἀφ’ ἑκατέρας πόλεως καὶ τῶν συνπαρόντων αὐτοῖς, καὶ καθίσαντες ἐν τῷ ἱερῶι τῆς
Ἀρτέμιδος τῆς Λευκοφρυηνῆς διηκούσαμεν τῶν διαφερομένων οὐ μόνον τὸν τῆς ἡμέ[ρ]α̣ς αὐ-
30 τοῖς δόντες χρόνον, ἀλλὰ καὶ τὸ πλεῖον τῆς νυκτός, πᾶσαν ἀναδεχόμενοι κακοπαθίαν χά[ρ]ιν τοῦ
μηθενὸς ὑστερῆσαι δικαίου μηθένα τῶν κρινομένων. vac. τέλος δὲ λαβούσης τῆς δικαιολογίας
ἐνγράφους θέμενοι τὰς γνώμας, τῶι μὲν ἀκριβεῖ τῆς ψήφου βραβευθῆναι τὴν κρίσιν οὐκ ἠβουλό-
μεθα, συναγαγεῖν δὲ σπεύδοντες αὐτοὺς καὶ αὐτοὶ καὶ πάλιν εἰς τὴν ἐξ ἀρχῆς ἀποκαταστῆσαι
φιλίαν ὡς ἦν ἡμῖν πάτριον καὶ προσῆκον ἡγούμεθα ἑκατέρους, τὰ πράγματα ἐφ’ ἱκανὸν προσκεί-
35 μενοι εἰς τὸ συλλύσεως καὶ φιλίας αὐτοῖς παραίτιοι γενηθῆναι. τῆς δὲ προθέσεως ἡμῶν μὴ τελειουμέ-
νης διὰ τὸ ὑπερβαλλόντως αὐτοὺς τὴν πρὸς ἀλλήλους φιλονικίαν ἐνεστάσθαι, συνέβη τῆι ψήφωι
τὴν κρίσιν βραβευθῆναι περὶ ἧς καὶ τὴν καθήκουσαν ἔχθεσιν πεποιήμεθα. vac. Ἰτάνιοι πόλιν οἰκοῦν-
τες ἐπιθαλάσσιον καὶ χώραν ἔχοντες προγονικὴν γειτονοῦσαν τῶι τοῦ Διὸς τοῦ Δικταίου ἱερῶι, ἔχον-
τες δὲ καὶ νήσους καὶ νεμόμενοι, ἐν αἷς καὶ τὴν καλουμένην Λεύκην, θλιβόμενοι κατά τινα̣ς καιροὺς
40 ὑπὸ τῶν παρορόντων Πραισίων ἐπεσπάσαντο χάριν βοηθείας καὶ φυλακῆς τῆς τε πόλεως καὶ τῆς χώρας,
ἔτι δὲ καὶ τῶν νήσων, τὸν Αἰγύπτου βασιλεύσαντα Πτολεμαῖον, ὡς τὰ παρατεθέντα ἡμῖν περὶ τού-
των γράμματα περιεῖχεν, καὶ τούτωι τῶι τρόπωι διακατεῖχον τοὺς προειρημένους τόπους. vac. τελευτή-
σαντος δὲ τοῦ Φιλομήτορος βασιλέως Πτολεμαίου καὶ τῶν ἀποσταλέντων ὑπ’ αὐτοῦ χάριν τοῦ συντη-
ρεῖν Ἰτανίοις τήν τε χώραν καὶ τὰς νήσους ἀπαλλαγέντων, οὕτως Ἰτάνιοι καὶ τῆι ἀπὸ τῶν φίλων εὐνοί-
45 αι συνχρώμενοι διεφύλασσον τὰ καθ’ ἑαυτούς. ἐνστάντος δὲ κατὰ τὴν Κρήτην πολέμου καὶ μείζονος,
ἀνειρημένης δὲ ἤδη καὶ τῆς Πραισίων πόλεος τῆς κειμένης ἀνὰ μέσον Ἰτανίων τε καὶ Ἱεραπυ-
τνίων, οὕτως Ἱεραπύτνιοι τῆς τε νήσου καὶ τῆς χώρας ἀμφισβητεῖν Ἰτανίοις ἐπεβάλαντο, φάμε-
νοι τὴν μὲν χώραν εἶναι ἱερὰν τοῦ Ζηνὸς τοῦ Δικταίου, τὴν δὲ νῆσον προγονικὴν ἑαυτῶν ὑπάρ-
χειν. τῶν δὲ παρὰ Ῥωμαίων πρεσβευτῶν τῶν περὶ Σερούιον Σολπίκιον παραγενομένων εἰς Κρήτην
50 καὶ τοῦ πολέμου λύσιν λαβόντος κατήντησαν καὶ Ἰτάνιοι ἐπὶ τὴν σύνκλητον. δοθείσης δὲ τῆς ἡμετέ-
ρας πόλεως πρότερόν τε καὶ νῦν καὶ τοῦ δόγματος περιέχοντος "ὃν τρόπον ἑκάτεροι ταύτην τὴν
χώραν καὶ τὴν νῆσον, περὶ οὗ ἡ πρᾶξις ἐνέστηκε, κατεσχηκότες εἴησαν τῆι πρὸ τοῦ ἡμέραι ἢ ὁ πόλε-
μος ἐν αὐτοῖς ἤρξατο, οὗ πολέμου ἕνεκεν Σερούιος Σολπίκιος κἀκείνη ἡ πρεσβεία εἰς Κρήτην ἀπεστά-
λησαν, ὅπως οὕτως κρίνωσιν αὐτοὺς ἔχειν κα̣τέχειν τε καρπίζεσθαί τε ἐξεῖναι", ἔγνωμεν· ἐκ τῆς ὑφ’ ἑκα-
55 τέρων γενηθείσης δικαιολογίας, τὴν χώραν [τὴ]ν ὑπὸ τὴν διαμφισβήτησιν ἠγμένην διακατεσχημένην
τε ὑπὸ Ἰτανίων καθότι προεκτεθείμεθα ἕω[ς] τοῦ τὸν προδιασεσαφημένον πόλεμον γενηθῆναι, οὖσαν
δὲ καὶ ἀπὸ τῆς ἀρχῆς Ἰτανίων καθ[ό]τι καὶ [οἱ ἐπιδειχ]θέντες ἡμῖν ὑφ’ ἑκατέρων περιορισμοὶ τῆς χώ-
ρας ἐμήνυον, vac. ὅ τε πρὸς τοὺς πρότερον [παροροῦντας αὐτ]οῖς Δραγμίους γενηθεὶς {ης} περιέχων
οὕτως· vac. "ὦροι δὲ ὄντων αὐτοῖς τᾶς χώρας τοί[δε· ὡς ὁ Σέδαμνος] ἐς Καρύμας καὶ πέραν ἐς τὰν στεφά-
60 ναν καὶ ἁ στεφάνα περιάμπαξ ἐς ὀρθὸν ἐς Δο[ρθάννας ἐπὶ τὸν] λάκκον καὶ ἐς τὰν ὁδὸν καὶ πέραν ἐς
τὸν Μόλλον", καὶ πάλιν ὁ γενηθεὶς Ἰτανίοις [καὶ Πραισίοις κα]θότι ὑπογέγραπται. vac. "ἔδοξε τοῖς Ἰτανί-
οις καὶ τοῖς Πραισίοις θέσθαι εἰρήναν ἐς πάντ[α τὸ]ν χ[ρόνον ἐπὶ] τᾶι χώραι ἃν νῦν ἑκάτεροι ἔχοντι ἇς ὅρια τάδε·
ὡς ὁ Σέδαμνος ἐς Καρύμας ἐς τὰν δηράδα καὶ πέ[ραν ἐς] τὰν στεφάναν καὶ περιαμπέτις ὡς ἁ στεφάνα καὶ εὐθυ-
ωρίᾳ ἐς Δορθάννας ἐπὶ τὸν λάκκον καὶ ὡς ἁ ὁ[δὸς] ποτὶ μεσαμβρίαν τᾶς ὁδῶ τᾶς ἀγώσας δι’ Ἀτρῶνα καὶ ἐς
65 Μόλλον καὶ ἀπὸ τῶ Μόλλω εὐθυωρίαι ἐπὶ θάλασσαν", ὅ τε αὖ τοῖς Ἱεραπυτνίοις καὶ Πραισίοις γενηθεὶς περι-
[ο]ρισμὸς γεγραμμένος οὕτως. vac. "οἱ δὲ ὅροι τᾶς χώρας ὡς ὁ Σέδαμνος ἐς Καρύμας ἐς τὰν δηράδα καὶ πέραν
ἐς τὰν στεφάναν καὶ περιαμπέτις ὡς ἁ στεφάνα καὶ εὐθυωρίαι ἐς Δορθάννας ἐπὶ τὸν λάκκον". τῶν δὲ προ-
ειρημένων ὁρίων σαφῶς διειργόντων τήν τε Ἰτανίων χώραν καὶ τὴν πρότερον μὲν οὖσαν Δραγμίων καὶ τὴν
Πραισίων, κατεχομένην δὲ νῦν ὑπὸ Ἱεραπυτνίων, τοῦ δὲ ἱεροῦ τοῦ Διὸς ἐκτὸς τῆς διαμφισβητουμένης
70 χώρας ὄντος καὶ περιοικοδομήμασιν καὶ ἑτέροις πλείοσι[ν ἀ]ποδεικτικοῖς καὶ σημείοις περιλα[μ]βανο-
μένου καθότι καὶ διὰ τῶν ἐπιδεικνυμένων ἡμῖν χωρογραφιῶν εὐσύνοπτον ἦν, πρ̣[ὸ]ς τούτοις ἀπεδείκνυον
Ἰτάνιοι καὶ δι’ ἑτέρων πλειόνων γραμμάτων ὑπάρχουσαν τὴν διαμφισβητουμένην χώραν ἐνεργὸν καὶ οὐ-
χ, ὡς ἔφασαν Ἱεραπύτνιοι, ἱερὰν καὶ ἀγεώργητον, φανερὸν δὲ τοῦτο ἐγίνετο καὶ ἐκ τοῦ δόγματος καθ’ ὃ ἐκρίνα-
μεν, τοῦ γραφέντος καὶ ὑπὸ τῶν ἐληλυθότων εἰς Κρήτην π[ρ]εσβευτῶν τῶν περὶ Κόϊντον Φάβιον, οἵτινες ἑω-
75 ρακότες τό τε ἱερὸν καὶ τὸν περίβολον αὐτοῦ ἰδίοις σημε[ί]οις καὶ περιοικοδομήμασιν περιεχόμενον, ἑωρα-
κότες δὲ καὶ τὴν χώραν τὴν ὅμορον τῷ ἱερῶι, ὑπὲρ μὲν ἱερᾶς χώρας οὐκ ἔγραψαν οὐθέν, καίτοιγε Ἱεραπυ-
τνίων ῥητῶς ὑπὲρ ἱερᾶς χώρας ἠξιωκότων τὴν σύγκλητον, Ἰτανίων δὲ περὶ χώρας τῆς ἑαυτῶν τῆς καλουμέ-
νης Ἑλείας καὶ νήσου ἰδίας Λεύκης, γνόντες δὲ ὅτι ἡ παροροῦσα χώρα τῷ ἱερῶι οὐκ ἦν ἱερὰ οὐδὲ ἀγεώργητος, ὑ-
π[ὲ]ρ χώρας μόνον ἐφαίνοντο μνείαν πεποιημένοι, γράψαντες "ἵνα ἔχωσιν κατέχωσίν τε καρπίζωνταί τε", τοῦ
80 [κ]αρπίζεσθαι γραφομένου κατὰ χώρας γεγεωργημένης τε καὶ γεωργηθησομένης, ὅπερ ἐπὶ τῆς ἱερᾶς χώρ-
ας οὐκ ἦν ἐνδεχόμενον· vac. νόμοις γὰρ ἱεροῖς καὶ ἀραῖς καὶ ἐπιτίμοις ἄνωθεν διεκεκώλυτο ἵνα μηθεὶς ἐν τῷ ἱ-
ερῶι τοῦ Διὸς τοῦ Δικταίου μήτε ἐννέμηι μήτε ἐναυλοστατῆι μήτε σπείρηι μήτε ξυλεύηι, καίτοιγε Ῥωμαίων,
ὅταν περὶ ἱερᾶς τινος χώρας διαφέρωνται, γραφόντων ῥητῶς, καθότι καὶ τὰ παρατεθέντα ἡμῖν ἐφ’ ἑτέρων
δόγματα περιεῖχεν. τὸ δὲ πάντων μέγιστον καὶ ἰσχυρότατον τεκμήριον τοῦ ἐγνωσμένων τῶν καθόλου πρα-
85 γμάτων ὑπὸ Ῥωμαίων ἐφ’ ὁμολογουμένοις ἡμᾶς καὶ κεκριμένοις τὴν ψῆφον ἐπενηνοχέναι· Ἰτανίων γὰρ ἀξιωσάν-
των τὴν σύνκλητον ἵνα τὸ ἐνῳκοδομημένον ὑπὸ Ἱεραπυτνίων χωρίον ἐν τῆι κρινομένηι χώραι καθαιρεθῆι ἡ σύν-
κλητος ἐπέταξεν Λευκίῳ Καλοπ[ορνίῳ Λευκίου υἱῷ Πείσωνι στρατηγῷ ὅπως]
[καθαιρ]ε̣θῇ εἴ τι ἐνῳκοδόμηται, φανερῶς καὶ διὰ τοῦ τοιούτου [— — — — — — — — —]
[․․․․․]ετων κρατούντων. ἀκολούθως δὲ τούτοις οἱ μὲν αὐτοὺς [— — — — — — — — — —]
90 [․․․․․]ντες Ἰτανίοις παρῆσαν. οἱ δὲ κατὰ πό<λε>ις ἐνγράφου̣ς̣ [․․․․․․]σ․․․․π[— —]
․․․․ ἀ̣ποδεικνύντες ἄνωθεν τὰ διαμφισβητούμενα Ἰτα[νίων] γ̣ε̣γ̣ονό̣τ[α — —]
․․․․των μέ̣χρι τοῦ δηλουμένου διὰ τοῦ δόγματος γεγονέν[αι — — — — — — — — — — —]
[ποιη]τῶν καὶ ἱστοριαγράφων ἀποδείξεις, ἃς καὶ αὐτοὶ ἡμ[ῖ]ν π̣[․․․․․․]εσ[— —]
[․․․․․]τους δικαιολογίᾳ· τά γε μὴν περὶ τῆς νήσου τῆς κα̣λουμ̣έ[νης Λεύκης — —]
95 [․․․․ τῶ]ν Ἱεραπυτνίων ἐξωμολογημένας εἶχεν τὰς ἀποδε̣ί̣ξ̣ε[ις — — — — — — — — — —]
[․․․․․․]τε τὴν νῆσον οὖσαν καὶ διὰ τὰ γεγενημέ̣να περὶ αὐτο̣ῦ [— — — — — — — — — —]
[τὴν Πτ]ολεμαϊκὴν οἰκίαν ε̣ἰς προστασίαν καὶ φυλακὴν ἑαυτοῖς κ[․․․․․․․․․․․․․․]κα[— —]
[ἰσχυρ]ίζεσθαι τὰς ἀποδε̣ίξεις ἐπιστολαῖς βασιλικαῖς, ἀντιγραφ̣[αῖς δὲ α]ὐτῶν̣ [— —]
[․․․ τὴ]ν νῆσον πολλάκις στρατιωτῶν γραμμάτων τε ἀποστολαῖς [․․․․]το δοξ̣[— —]
100 [․․․․ τ]ὴν νῆσον φρουρίου, πρὸς δὲ τούτοις λογείαις τε σιτικαῖς ἃς̣ ὁ λ̣[․․․․․] καὶ ἐνε[— —]
[ὑπ]ὲρ τῆς νήσου κατά τινων ὑπὸ Ἰτανίων γε̣γραμμέναις ὡς ἀπεδείκν[υον] δ̣ι̣ά τε π̣λειόν[ων ἑτέρων χρηματισ]-
[μῶν κ]αὶ διὰ λευκωμάτων ἅτινα τὰς ἐνιαυσίους εἶχεν τῶν τε[ταγμέν]ων διοι[κ]ήσεις. [πρὸς δὲ τοῖς]
[προειρ]ημένοις καὶ δι’ αὐτῶν ὧν αἵ τε λοιπαὶ πόλεις καὶ αὐτοὶ δὲ Ἱε[ραπ]ύτνιοι γεγρά̣φ̣[ασι περὶ τῆς]
[προδε]δ̣ηλωμένης νήσου εὐσύνοπτον ἡμεῖ̣ν ὑπῆρχεν τὸ καὶ τὴν [προ]δεδηλωμένην νῆσ[ον προγονικὴν]
105 [εἶναι] Ἰτανίων καὶ διακατεισχῆσθαι ὑπ’ αὐτῶν καὶ διὰ τῆς τ̣ῶν φίλω̣[ν αὐ]τῶν κα[λ]ῆς προν[οίας μέχρι τῆς — —]
[․․․․․]σ̣ίας καὶ μέχρι τοῦ συστάντος ἐν Κρήτῃ πολέμου ὧν ἀνα[․․․․․․․]ρ̣ιν ἐπιμνησθ[— — — — — — — — —]
[ἔγνωμ]εν γὰρ τὴν τοῦ βασιλέως Πτολεμαίου προστασίαν καὶ [κεκυρωμέν]ην παρὰ τοῦ κοιν[οῦ τῶν Κρηταιέων]
[παρ’ ὧ]ν ἔλαβον εὐδόκησιν καθότι τὸ παρατεθὲν ἡμῖν διάγρα̣μ̣[μα περι]εῖχεν, Ἰταν[ί]ο[ις Γορτύνιοι ἀπο]-
[στεί]λαν̣τες <ἐ>πιστολὴν διεσάφησαν ὅτι ἐπὶ τὴν νῆσον αὐτῶν τ̣ὴν̣ [καλου]μ[έ]νην Λεύκ[ην Πραίσιοι μέλλουσιν]
110 [ἐπέρχεσ]θαι, φανερὸν ποιοῦντ<ε>ς καὶ διὰ τοῦ τοιούτου τρ̣όπου [․․․․․․․]εχ̣ο̣ν ἄλλας τὰ[ς — — — —]
[․․ Γο]ρτυνίων δ̣ὲ συνπαρόντων ἐπὶ τῆς κρίσεως Ἱεραπυτ[ν]ίοις, [παρετίθεν]το ἡμῖν Ἰτά[νιοι ἀποστα]-
[λεῖσαν] πρὸς ἑαυ[τ]οὺς πρότερον ὑπὸ Γορτυνίων ἐπιστολήν, δι’ ἧ[ς][κδη]λ̣[ο]ν ἅ[πασιν ἐγίνετο ὅτι]
[ἐπιμελῶς] προνοούμενοι Γορτύνιοι τοῦ κατὰ Ἰτανίους συμφέροντος ἐ[μήν]υ̣ο̣ν αὐτο[ῖς περὶ Πρα]ισ[ίων ὅτι]
[περὶ τὴ]ν νῆσον αὐτῶν τὴν Λεύκην γίνονται ὡς κυριεύσοντες. [․․․․․․] τε ἡ ἐπιστολ[ὴ καὶ ἀνεγράφη, γε]-
115 [νομένης] ὑπ’ οὐδενὸς ἀντιλογίας, ἐκρίναμεν δὲ καὶ αὐτῆς ἀ[ντίγραφον] καταχωρίσαι [τὸ ὑπογεγραμμένον]·
"[Γ]ο̣ρ̣τυνίων οἱ κόρμοι καὶ ἁ πόλις Ἰτανίων τοῖς κόρμοις καὶ [τ]ᾶι πόλ[ι] χαίρεν· πεπεισμ[ένοι ὑπ’ ἀνδρός τινος]
[ὃς δεδ]ήλωκεν ὅτι οἱ Πραίσιοι οἰκονομόνται περὶ τᾶς Λεύκας ὡς [ἐπιστ]ρατίας γενομ[ένας, κρατῆσαι αὐ]-
[τᾶς, τάδε] ἐκρίναμεν ὑμῖν ἐπιμελίως ἀποστεῖλαι· ὑμὲν ἂ̣ν̣ καλῶς ποή[σαιτε τ․]ς ἐν τῷ χωρίῳ [— — — —]
[․․]επ[․․]σην θέμ<ε>νοι παρορῶντέ<ς τε> εἰ χρείαν ἔχετε ἐν τὸ χωρίο[ν][πιταδείω]ν· γεγράφ[αμεν οὖν ὑμῖν, οὐκ ὄν]-
120 των τούτων φίλων τῷ τε βασιλεῖ καὶ αὐτοῖς ὑμῖν, [δι][πα]ντὸς ἐ[πιμε]λούμενοι κ[α]ὶ βω[λόμενοι ἀεὶ — —]
[․]ε[․]αι τῷ τε βασιλεῖ καὶ τοῖς τῶ βασιλέως φίλοις". Ἱεραπύτνιοι δ[ὲ ἔτι τῆ]ς ἀμφισβη[τ]ήσ[εως ἀντε]-
[χόμεν]οι καὶ φάσκοντες τὴν νῆσον ἑαυτῶν εἶναι προγονικὴν ακλ̣η[․․․․․․]ιτης τῶν [— — — — — —]
[․․]ς τε ἀρχούσης καὶ τῆς τῶν Στηλιτῶν φήσαντες πλοῖον εὐ[․․․․․․․․]υ τὸμ πολεμ[— — — — — —]
[․]υκραι καταχθῆναι καὶ παρακαλοῦντες τὸς Ἰτανίους περὶ τούτων [․․․ μν]είαν τιν[ὰ — — — — — —]
125 [․․] αὐτοὶ Ἰτανίοις τὴν ὑπογεγραμμένην ἐπιστολήν· "Ἱεραπυτνίων οἱ [κόσμοι κ]αὶ ἁ πόλις Ἰταν[ίων τοῖς]
[κόσ]μοις καὶ τᾶι πόλει χαίρεν· βέλτιον ὑπελάβομεν γράψαι ὑμῖν ὅπως εἰ διὰ [τὸ σ]υμβεβηκὸς υ̣[— — —]
․․․ καὶ Πραισίων κατᾶκται τὸ πλοῖον τὸ Κυδάνο<ρ>ος ἐκ τᾶς ὑμᾶς νάσω Λεύ[κας ․․․]ν ἀδικοῦν Ι̣[— —]
[․․․]σαιτε ἐπιστροφάν τινα ποησάμενοι περὶ τούτων ὅπως μηθὲν [․․․․․]ν ἀδικήσητε [— — — — — —]
[․․․] ὁμοίως δὲ καὶ ἁμές, εἴ τί κα συμβαίνῃ τινὶ ὑμῶν τοιοῦτο ἐν τᾷ ἁμ[ᾷ μηθενὶ] ἐπιτρέψομεν. [ἔρ]-
130 [ρωσθ]ε". τίς οὖν ἂν ἔτι προσδέξαιτο τὴν ὑπὸ Ἱεραπυτνίων κατὰ Στηλιτῶν ․․․․․․ καιρὸν [— — —]
[․․․ τῶ]ν προγονικὴν τὴν νῆσον ἑαυτῶν λεγόντων· ὅτε δὲ Πραισίων κατα[․․․․․․․․] πο[․]υμεν̣[— —]
[․․․ π]ροειρημένων ἀποδείξεων ἰσχυροτέραν πίστιν τῆς τούτων α[․․․․․․․]εχη ․․εν δι[— — — — —]
[․․․ ἄν]θρωποι τὰς κατὰ τῶν τόπων ἔχουσι κυριείας ἢ παρὰ προγόνων π[αραλαβόν]τες αὐτοὶ [ἢ πριάμενοι]
[κατ’] ἀργυρίου δόσιν ἢ δόρατι κρατήσαντες ἢ παρά τινος τῶν κρεισσόν[ων σχόντες· ὧν] οὐθὲν [φανερόν]
135 [ἐστι συμβεβ]ηκὸς Ἱεραπυτνίοις· οὔτε γὰρ παρὰ προγόνων παρειληφότες οὔ[τε ․․․․․․․․․․․․]ητ[— —]
[․․․․․․․] ἃς ο<ὔ>τε διὰ τοῦ ἀξιώματος ὑπογ[ρ]άψαντες οὔτε ὡς αὐτοὶ ἐκ τῆς [νήσου ․․․․]ονσανη[— —]
[․․ κατ’ οὐ]δένα τῶν τρόπων, οὐδὲ μὴν κατὰ πολεμικὴν περίστασιν εσ[․․․․․․․]τ̣ωταμ[— — — — — —]
[․․․․․․․]η μ<η>δὲ γὰρ πεπολεμηκέναι τ[οῖς] Ἰτανίοις ἔφασαν οὔτε μὴν μ[․․․․․․․․․] ἡμεῖς [— —]
[․․․․․․․] τούτων εὑρίσκοντο οὐδὲ ὑπ’ αὐ[τῶν Ἰ]τανίων ἦν τι αὐτοῖς δεδο[․․․․․․․․․]νου δι[— —]
140 [․․․․․․․․․] ὑπὸ πάντα τὸν τόπον· εἰ δὲ τῶν ἐναντίωμ μήτε γέγο[νεν] μήτε [— — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help