[ ]
Crete, E. — Itanos — after 246 BC
| 1 | ἀγαθᾶι τύχαι· ἐπειδὴ βασιλεὺς Πτολεμαῖος |
| παραλαβὼν τὰν τῶν Ἰτανίων πόλιν καὶ πολίτας | |
| παρὰ τῶ πατρὸς βασιλέως Πτολεμαίω καὶ τῶν | |
| προγόνων, καλῶς καὶ ἐνδόξως εὐεργετῶν | |
| 5 | διατελεῖ καὶ διαφυλάσσων μετ’ εὐνοίας ἐν οἷς |
| παρέλαβε πολιτευομένος τοῖς αὐτῶν νόμοις, | |
| ἔδοξε τᾶι βουλᾶι καὶ τᾶι ἐκκλησίαι· ἱαρὸν τέμενος | |
| ἱδρύσασθαι τὸν παράδισον τὸν πρὸς τᾶι πύλαι | |
| βασιλέως Πτολεμαίου καὶ βασιλίσσας Βερενίκας | |
| 10 | τᾶς τῶ βασιλέως Πτολεμαίω ἀδελφᾶς καὶ γυναικός· |
| θύσει δὲ ἁ πόλις κατ’ ἐνιαυτὸν τοῖς γενεθλίοις | |
| βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσαι Βερενίκαι | |
| καὶ δρόμον συντελέσοντι ∶ τὸ δὲ ψάφισμα | |
| τόδε οἱ κοσμητῆρες οἱ μετὰ Σωτηρίω γράψαντες | |
| 15 | ἐς στάλαν λιθίναν ἀναθέντων ἐς τὸ ἱαρὸν τᾶς |
| Ἀθάνας τᾶς Πολιάδος· τὸ δὲ ἀνάλωμα ἦμεν | |
| [ἀπὸ τῶ]ν̣ ποθόδων τᾶς πόλιος. | |
| vacat |