[ ] Crete, E. — Itanos — ca. 266-262 BC
1               θεό[ς].
κόσμου γνώμα. ἔδοξε̣ [Ἰτα]-
νίων τᾶι βουλᾶι καὶ τᾶι ἐκ̣-
κλησίαι· ἐπειδὴ Πάτροκλ[ος]
5 Πάτρωνος Μακεδὼν ἀποσ̣-
ταλεὶς ὑπὸ βασιλέος Πτο-
λεμαίου στραταγὸς ἐς
Κρήταν ἀνὴρ ἀγαθὸς καὶ δί-
καιος ἐγένετο περὶ τὰν τῶν
10 Ἰτανίων πόλιν καὶ πολλὰ
συνήργησε τοῖς Ἰτανίοις ὅ-
πως τά τε κατὰ τὰν πόλιν ἀσ-
φαλέως ἔχηι πολιτευομέ-
νων τῶν Ἰτανίων κατὰ τοὺς
15 νόμους καὶ τὰν χώραν μετὰ
πάσας ἀσφαλείας νέμωνται,
δεδόχθαι τοῖς Ἰτανίοις ποιή-
[σ]ασθαι αὐτὸν πρόξενόν
τε καὶ εὐεργέταν καὶ πολίταν
20 καὶ αὐτὸν καὶ ἐγ[γόνος — —]
[— — — — — — — — — — —]
Search Help
Contact Us