IC III ii 2
[ ] Crete, E. — Diktaion Hieron — 3rd c. AD
See also:
1       ἰὼ μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρόνειε,
      πανκρατὲς γάνους, βέβακες δαιμόνων ἁγώμενος.
      Δίκταν ἐς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾶ<ι>,
τάν τοι κρέκομεν πακτίσι μείξαντες ἅμ’ αὐλοῖσιν
5 καὶ στάντες ἀείδομεν τεὸν ἀμφὶ βωμὸν εὐερκῆ.
      ἰὼ μέγι[στε] Κοῦρε, χαῖρέ μοι, Κρόνειε,
      πανκρα[τὲς γάνους, βέβακες] δαιμόνων ἁγώμενος.
      Δίκταν ἐς ἐνι[αυτὸν ἕρπ]ε καὶ γέγαθι μολπᾶ<ι>.
ἔνθα γάρ σε παῖδ’ ἄμβροτον ἀσπί[δεσσι Κούρητες]
10 πὰρ Ῥέας λαβόντες πόδα κ[υκλῶντες ἀπέκρυψαν].
     [ἰὼ μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρόνειε],
     [πανκρατὲς γάνους, βέβακες δαιμόνων ἁγώμενος].
     [Δίκταν ἐς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾶ<ι>].
[–××⏑–××⏑–××⏑––×]
15 [–××⏑–××⏑–⏑ τᾶ]ς καλᾶς Ἀο͂ς.
     [ἰὼ μέγιστε Κοῦρε, χαῖρέ μοι, Κ]ρόνειε,
      πανκρατὲς γάν[ους, βέβακες δαιμόνω]ν ἁγώμενος.
      Δίκταν εἰς ἐνι[αυτὸν ἕρπε κα]ὶ γέγαθι μολπᾶ<ι>.
[Ὦραι δὲ? β]ρύον κατῆτος καὶ βροτὸς Δίκα κατῆχε
20 [καὶ πάντα δι]ῆ̣πε ζώ<ι>’ ἁ φίλολβος Εἰρήνα.
     [ἰὼ μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρόνειε],
      πανκρατὲς γάν[ους, βέβακες δαιμόνων ἁγώ]μενος.
      Δίκταν εἰς ἐ[νιαυτὸν ἕρπε καὶ γέ]γαθι μολπᾶ<ι>.
[λλὰ βῶν θόρ’ ἐς ποί]μνια καὶ θόρ’ εὔποκ’ ἐ[ς πώεα]
25 [κἐς λάϊ]α καρπῶν θόρε κἐς τελεσ[φόρος οἴκος].
      ἰὼ μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρ[όνειε],
      πανκρατὲς γάνους, βέβακες [δαιμό]νων ἁγώμενος.
      Δίκταν ἐς [ἐνιαυτὸν] ἕρπε καὶ γέγαθι μολπᾶ<ι>.
[θόρε κἐς] πόληας ἁμῶν, θόρε κἐς ποντο<π>όρος νᾶας,
30 θόρε κἐς ν[έος πο]λείτας, θόρε κἐς Θέμιν κλη[νάν].
     [ἰὼ μέγιστε] Κοῦρε, χαῖρέ μοι, Κρόνειε,
      πανκρατὲς γάνους, βέβακ[ες δαιμόνων ἁγώ]μενος.
      Δίκταν ἐς ἐνι[αυτὸν ἕρπε καὶ γέγαθι] μολπᾶ<ι>.
Search Help
Contact Us