IC II xxiii 3*
[ ] Crete, W. — Polyrhenia [Ion, Teos] — 201 BC — McC. Teos 51
1                                             Πολυρρηνίων.
Πολυρρηνίων οἱ κόσμοι καὶ ἁ πόλις Τηίων τῶι δάμωι
καὶ τᾶι βωλᾶι χαίρειν. κομισάμενοι τὸ ψάφισμα τὸ παρ’
ὑμῶν ἀνέγνωμεν καὶ τῶν πρεσβευτᾶν Ἀπολλοδό-
5 {δο}τω{ι} {²⁶Ἀπολλοδότω}²⁶ καὶ Κωλώτα {ι} διακούσαμεν, παρακαλούντων μετὰ
πάνσας σπουδᾶς καὶ φιλοτιμίας ἀκολούθως τοῖς ἐν τῶι
ψαφίσματι κατακεχωρισμένοις. περὶ δὲ τούτων δεδό-
χθαι Πολυρρηνίων τοῖς κόσμοις καὶ τᾶι πόλει· ἀποκρίνασ-
θαι Τηίοις διότι τὸν Διόνυσον καὶ αὐτοὶ σεβόμεθα καὶ δίδο-
10 ται τῶι θεῶι [παρ’ ἁ]μῶν τάν τε πόλιν καὶ τὰν χώραν ἀνιέμεν
ἱερὰν καὶ ἄσυλον νῦν τε καὶ εἰς τὸν ἅπαντα χρόνον. ἦμεν δὲ
καὶ [πάνσι τ]οῖς ἐν Τέῳ ἀσφάλειαν καὶ κατὰ γᾶν καὶ κατὰ
[θάλασσ]αν ἐ[ς] τὸν ἅπαντα χρόνον. ἔρρωσθε.
Search Help
Contact Us