[ ] Crete, W. — Hyrtakina [Ion., Teos] — after ca. 170 BC — McC. Teos 54
[— — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — — — πρὸς] τὸς θεὸς ε[ὐ]-
[σεβ— — — — — — — — — —]ων εἰς τὸν
[— — — — — — ποιῆσαι Τηΐος] ἰσοπολίτας
[ἀτελεῖς καὶ πολέμω καὶ εἰρ]άνας, καὶ αἴ τίς
5 [κα ἀδικήσῃ αὐτὸς] συγγενέας καὶ ἱερὸς
[ἐόντας ἢ πολε]μ̣ῇ ἢ κατὰ γᾶν ἢ κατὰ θάλα-
[σσαν καὶ παραιρῆ]ται τὰν χώραν τὰν καθιερωμέ-
[ν]αν, βοα̣[θη]σεῖ ὁ δᾶμος ὁ Ὑρτακινίων, καθὼς ἂν
δύναται μάλιστα· ἀναγράψαι δὲ τὰν ἀνανέ-
10 ωσιν εἰς τὸ ἱερὸν τὸ τᾶς Ἥρας· ὑπάρχειν δὲ
καὶ προξένος Ὑρτακινίοις Ἡρόδοτον Μη-
νοδότω, Μενεκλῆν Διονυσίω τὸς τῶν
Τηΐων πρεγγευτάς· ἐπαινέσαι δὲ α̣ὐ̣τ̣ὸ̣ς̣
ἐπὶ τᾶι ἐνδαμίαι καὶ τᾶι λοιπᾶι ἀναστροφᾶι
15 ἇι πεποίηνται ἀξίως τᾶς πόλιός τε τῶν Τηΐων
καὶ Ὑρτακινίων πόλιος καὶ αὐσαυτῶν· κα-
λέσαι δὲ καὶ ἐπὶ ξένια τὸς πρεγγευτὰς
ἐπὶ τὰν κοινὰν ἑστίαν ἐς τὸ Δ[ελφ]ίνιον.
                                                  ἔρρωσθε.
Search Help
Contact Us