[ ] Crete, W. — Eleutherna [Ion., Teos] — 201 BC — McC. Teos 9
1                Ἐλευθερναίων.
ἐπειδὴ Τήιοι φίλοι καὶ συγγενεῖς διὰ προγόνων
ὑπάρχοντες ψάφισμά τε καὶ πρεσβευτὰς ἀπεστάλ-
[κ]αντ<ι> παρ’ ἁμὲ Ἀπολλόδοτόν τε καὶ Κωλώταν, οἵ-
5 τινες ἐπελθόντες ἐπὶ τὰν ἐσκλησίαν τὰν φι-
λίαν καὶ τὰν συγγένειαν τὰν ὑπάρχουσαν
ποτ’ αὐτοὺς καὶ τἄλλα διελέγησαν [εὖ καὶ] ἐν-
δόξως περί τε τῶ θεῶ καὶ τᾶς καθιερώσεως τᾶς πό-
λεως καὶ τᾶς χώρας, ἀκολούθως ἀπολο[γιζόμενοι]
10 τοῖς ἐν τῶι ψαφίσματι κατακεχωρισμένοις
τάν τε φιλίαν καὶ τὰν εὔνοιαν διαφυλάσσειν καί
τινος ἀγαθῶ παραιτίους γίνεσθαι καὶ τὰ π̣[αρακαλώ]-
μενα ἐπὶ πλέον συναύξειν, ὁμοίως δὲ παρεκάλ[εσε]
καὶ Ἀγήσανδρος Εὐκράτευς Ῥόδιος ὁ παρὰ τῶ βασι-
15 λέως Ἀντιόχω πρεσβευτὰς ἐπὶ τὰς τῶ πολέμω
διαλύσεις ἀποσταλείς, οὐθὲν ἐλλείπων σπου-
δᾶς καὶ φιλοτιμίας κατ’ οὐθένα τρόπον· ὡσαύτως δὲ
καὶ Περδίκκας ὁ παρὰ τῶ βασιλέως Φιλίππω πεμ-
φθείς· δεδόχθαι τοῖς κόσμοις καὶ τᾶι πόλει τῶν Ἐλευ-
20 θερναίων ἀποκρίνασθαι Τηίοις φίλοις καὶ οἰκείοις
οὖσιν διότι τά τε περὶ τὸν Διόνυσον καὶ αὐτοὶ σεβό-
μεθα καὶ τὸν ὑμὸν δᾶμον ἀσπαζόμεθά τε κἠ-
παινίομεν διότι καλῶς καὶ ἱεροπρεπῶς καὶ κατα-
ξίως τῶ θεῶ διεξάγοντες οὐ μόνον καθῶς πὰρ τῶν
25 προγόνων παρέλαβον διαφυλάσσοντες, ἀλλὰ καὶ
πολλῶι μᾶλλον προσαύξοντες, ἕνεκεν ὧν καὶ παρ’ ἁ-
μίων τὰ σεμνὰ καὶ τίμια δίδοται τῶι θεῶι καὶ Τηίοις
καὶ τάν τε πόλιν αὐτῶν καὶ τὰν χώραν ἱερὰν καὶ ἄσυ-
λον ἀποδείκνυμεν καὶ πειρασόμεθα συναύξειν.
Search Help
Contact Us