IC II i 1*
[ ] Crete, W. — Allaria [Ion., Teos] — 201 BC — McC. Teos 3
1                                   Ἀλλαριωτᾶν.
ἐπειδὴ Τήιοι φίλοι καὶ συγγενεῖς διὰ προ-
γόνων ὑπάρχοντες ψάφισμα καὶ πρεσβευ-
τὰς ἀπέστειλαν{τες} παρ’ ἁμὲ Ἀπολλόδο-
5 τον καὶ Κωλώτην, οἳ καὶ ἐπελθόντες ἐπὶ
τὰν ἐκκλησίαν τάν τε φιλίαν καὶ οἰκειότα-
τα τὰν ὑπάρχωσαν ἁμῖν ποτ’ αὐτὸς ἀνενη-
ώσαντο καὶ τἄλλα διελέγησαν καλῶς καὶ
ἐνδόξως περὶ τῶ θεῶ καὶ τᾶς καθιερώσιος
10 τᾶς τε πόλιος καὶ τᾶς χώρας ἀκολούθως τοῖς
ἐν τῶι ψαφίσματι κατακεχωρισμένοις, καὶ ἀξί-
ων τάν τε φιλίαν καὶ τὰν εὔνοιαν διαφυλάσσοντ<α>ς
ἀεί τινος ἀγαθῶ παραιτίως γίνεσθαι τῶι δάμωι
καὶ τὰ παρακαλώμενα ἐπὶ πλέον συναύξεν· ὁμοί-
15 ως δὲ παρεκάλει καὶ Περδίκκας ὁ παρὰ τοῦ βασι-
λέως Φιλίππου πρεσβευτάς, οὐθὲν ἐλλείπων
σπουδᾶς καὶ φιλοτιμίας· vac. δεδόχθαι τοῖς κόσμοις
καὶ τᾶι πόλει τῶν Ἀλλαριωτᾶν ἀποκρίνασθαι
Τηίοις φίλοις καὶ οἰκείοις ἐῶσιν διότι τὸν Διόνυ-
20 σον καὶ αὐτοὶ σεβόμεθα, καὶ τὸν Τηίων δᾶμον συγ-
γενῆ ἐόντα ἀσπαζόμεθα καὶ ἐπαινῶμεν διότι
καλῶς καὶ ἐνδόξως καὶ καταξίως τῶ θεῶ προέσ-
τακεν· ἕνεκεν ὧν καὶ παρ’ ἁμῶν τὰ καλὰ καὶ τίμι-
α δίδοται τῶι θεῶι, καὶ Τηίων τάν τε πόλιν καὶ τὰν
25 χώραν ἀνίεμεν ἱερὰν καὶ ἄσυλον νῦν τε καὶ εἰς
τὸν ἄλλον χρόνον πάντα, καὶ πειρασόμεθα ἀεί
τινος ἀγαθῶ παραίτιοι γίνεσθαι καὶ κοινᾶι καὶ ἰ-
δίαι· ἐάν τέ τινες ἄγωσιν Τηίως ἢ τὸς κατοικόν-
τας παρ’ αὐτοῖς, οἱ κόσμοι καὶ ἄλλος ὁ βωλόμενος
30 Ἀλλαριωτᾶν ἢ Τηίων ἀφελόμενοι καὶ ἀποδι-
δόντες τοῖς ἀδικημένοις κύριοι ἔστων.
Search Help
Contact Us