[ ] Crete, Ctr. — Phaistos — 2nd c. BC
1 θαῦμα μέγ’ ἀνθρώποις
πάντων Μάτηρ προδίκνυτι· |
τοῖς ὁσίοις κίνχρητι καὶ οἱ γον-
εὰν ὑπέχονται· | τοῖς δὲ π-
5 αρεσβαίνονσι θιῶν γέν-
ος ἀντία πράτει. v | πάντε-
ς δ’ εὐσεβίες τε καὶ εὔγλωθ-
{ι}οι {²⁶εὔγλωθοι}²⁶ πάριθ’ ἁγνοὶ v | ἔνθεον ἐς
Μεγάλας Ματρὸς ναόν,
10 ἔνθεα δ’ ἔργα | γνωσῆθ’ ἀ-
θανάτας ἄξια τῶδε ν-
αῶ. | vacat
Search Help