[ ]
Crete, Ctr. — Phaistos [Ion., Miletos] — after 260 BC — McC. Mil. 59
| 1 | Φαιστίων. |
| τάδε συνέθεντο Φαίστιοι καὶ Μιλήσιοι κοσμιόν<των τῶν> σὺν Μητιόχω̣[ι] | |
| ἐμ Φαιστῶι, ἐμ Μιλήτωι δὲ στεφανηφόρου Δημητρίου· σῶμ[α] | |
| ἐλεύθερον μὴ ὠνείσθω ὁ Μιλήσιος Φαίστιον μηδ’ ὁ Φαίστιος Μιλ[ή]- | |
| 5 | σιον, ἂμ μὴ κελομένου πρίαται· ἂν δὲ κε<λ>ομένου πρίαται, τᾶς ἰσων[ί]- |
| ας ἀπολυσάτω· ἂν δὲ μὴ κελομένου πρίαται, ἀπαγέσθω ὅ τε Φαίσ- | |
| τιος ἐγ Μιλήτου καὶ ὁ Μιλήσιος ἐκ Φαιστοῦ· ἂν δέ τις δοῦλον πρία- | |
| ται ὠνᾶι καὶ πράσει καὶ μὴ ἀνδραποδίξηται, ἀποδοὺς τὰν τιμὰν | |
| ὁ ἐφαψάμενος, ὅσου ἐπρίατο, τῶι ἔχοντι, τὸ σῶμα ἀγαγέσθω. ἂν | |
| 10 | δέ τι ἀντιλέγωσιν περὶ ὁτινοσοῦν, κρίνειν ἐμ Μιλήτωι μὲν τοὺς |
| τοῦ ἐμπορίου ἐπιμελητὰς πένθ’ ἁμερᾶν, ἐμ Φαιστῶι δὲ τὸ δικασ- | |
| τήριον τὸ πολιτικὸν πένθ’ ἁμερᾶν. τὰς δὲ πράξεις εἶναι ἐμ Μιλή- | |
| τωι μὲν κατὰ τὸν νόμον τῶν τοῦ ἐμπορίου ἐπιμελετῶν, ἐμ Φαισ- | |
| τῶι δὲ τοὺς κόσμους πράξαντας ἀποδοῦναι τρόπωι ὧι ἂμ βού- | |
| 15 | λωνται ἐν ἁμέραις δέκα ἀφ’ ἇς κα καταδικασθῆι. ἀναγράψαι δὲ τὰς |
| συνθήκας ἐμ Φαιστῶι μὲν εἰς τὸ πρυτανεῖον, ἐμ Μιλήτωι <δὲ> εἰς τὸ ἰερὸν τοῦ | |
| Ἀπόλλωνος. κατὰ ταὐτὰ Ματάλιοι, Πολυρήνιοι. |