[ ] Crete, Ctr. — Phaistos [Ion., Miletos] — after 260 BC — McC. Mil. 59
1                               Φαιστίων.
τάδε συνέθεντο Φαίστιοι καὶ Μιλήσιοι κοσμιόν<των τῶν> σὺν Μητιόχω̣[ι]
ἐμ Φαιστῶι, ἐμ Μιλήτωι δὲ στεφανηφόρου Δημητρίου· σῶμ[α]
ἐλεύθερον μὴ ὠνείσθω ὁ Μιλήσιος Φαίστιον μηδ’ ὁ Φαίστιος Μιλ[ή]-
5 σιον, ἂμ μὴ κελομένου πρίαται· ἂν δὲ κε<λ>ομένου πρίαται, τᾶς ἰσων[ί]-
ας ἀπολυσάτω· ἂν δὲ μὴ κελομένου πρίαται, ἀπαγέσθω ὅ τε Φαίσ-
τιος ἐγ Μιλήτου καὶ ὁ Μιλήσιος ἐκ Φαιστοῦ· ἂν δέ τις δοῦλον πρία-
ται ὠνᾶι καὶ πράσει καὶ μὴ ἀνδραποδίξηται, ἀποδοὺς τὰν τιμὰν
ὁ ἐφαψάμενος, ὅσου ἐπρίατο, τῶι ἔχοντι, τὸ σῶμα ἀγαγέσθω. ἂν
10 δέ τι ἀντιλέγωσιν περὶ ὁτινοσοῦν, κρίνειν ἐμ Μιλήτωι μὲν τοὺς
τοῦ ἐμπορίου ἐπιμελητὰς πένθ’ ἁμερᾶν, ἐμ Φαιστῶι δὲ τὸ δικασ-
τήριον τὸ πολιτικὸν πένθ’ ἁμερᾶν. τὰς δὲ πράξεις εἶναι ἐμ Μιλή-
τωι μὲν κατὰ τὸν νόμον τῶν τοῦ ἐμπορίου ἐπιμελετῶν, ἐμ Φαισ-
τῶι δὲ τοὺς κόσμους πράξαντας ἀποδοῦναι τρόπωι ὧι ἂμ βού-
15 λωνται ἐν ἁμέραις δέκα ἀφ’ ἇς κα καταδικασθῆι. ἀναγράψαι δὲ τὰς
συνθήκας ἐμ Φαιστῶι μὲν εἰς τὸ πρυτανεῖον, ἐμ Μιλήτωι <δὲ> εἰς τὸ ἰερὸν τοῦ
Ἀπόλλωνος. κατὰ ταὐτὰ Ματάλιοι, Πολυρήνιοι.
Search Help
Contact Us