[ ] Crete, Ctr. — Olous — beg. 2nd c. BC
1 [ἐ]πὶ δαμιοργοῦ Αὐ-
τοσθένευς ἔδο-
ξε Ὀλουντίων
τοῖς κόσμοις καὶ
5 τᾶι πόλει Διδύμαρ-
χον Χαίτωνος Ῥό-
διον πρόξενον
εἶμεν καὶ εὐεργέ-
ταν, αὐτὸν καὶ ἐγ-
10 γόνους· ὑπάρ-
χειν δὲ αὐτῶι καὶ
[ε]ἴσπλουν καὶ ἔκ-
[π]λουν καὶ πολέ-
[μ]ου καὶ εἰρήνας
15 [κ]αὶ ἀτέλειαν κα-
[θ]ὰ καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐερ-
γέταις.  vacat
ἐπὶ δαμιοργοῦ Αὐτο-
20 σθένευς ἔδοξε
Ὀλουντίων τοῖς κόσ-
μοις καὶ τᾶι πόλει
Εὔδαμον Σωσιγέ-
νευς Ῥόδιον πρόξε-
25 νον εἶμεν καὶ εὐερ-
γέταν, αὐτὸν καὶ ἐγ-
[γ]όνους· ὑπάρχειν
[δ]ὲ αὐτῶι καὶ εἴσ-
[π]λουν καὶ ἔκπλου[ν]
30 [κ]αὶ πολέμου καὶ εἰ-
ρήνας καὶ ἀτέλειαν
καθὰ καὶ τοῖς ἄλ-
λοις προξένοις
καὶ εὐεργέταις.
35 ἐπὶ δαμιοργοῦ
Σωτάδα
ἔδοξε Ὀλοντίων
[τ]οῖς κόσμοις
[κ]αὶ τᾶι πόλει· ἐπειδὴ
40 [Δ]αμάτριος Δαματρίου
[Ἀ]στυπαλαιεύς,
[στ]ρατευσάμενος
[π]αρ’ ἁμῖν καὶ εὐτάκ[τως]
[πο]ι<η>σάμενος τὰν πα-
45 [ρε]πιδαμίαν καὶ φρον-
[τί]ζων τᾶς πόλιος ὑπὲρ τᾶς
[ἀ]σφαλείας, ὅπως οὖν
[φ]αίνηται καὶ ἁ πόλις
[το]ῖς καλοῖς καὶ ἀγαθοῖς
50 [ἀν]δράσι τὰς καταξί-
[ας χ]άριτας ἀποδιδοῦσα·
[δε]δόχθαι τοῖς πολίταις
[ε]ἶμεν Δαμάτριον πρό-
ξενον καὶ πολίταν, καὶ
55 [α]ὐτὸν καὶ ἐκγόνους·
εἶμεν δὲ αὐτῶι καὶ πο-
[λ]έμου καὶ εἰρήνας εἴσ-
[π]λου<ν> καὶ ἔκπλουν ἀσυ-
[λε]ὶ καὶ ἀσπονδεὶ κα-
60 [θ]άπερ καὶ τοῖς ἄλλοις.
ἐπὶ δαμιοργοῦ Ἀρσ[ία]
[Ἀ]γήμων Λυσ[ι]-
μάχου Κνίδιος
Ὀ]λοντίων πρόξε-
65 ν]ος, πολίτας, εὐε[ρ]-
γέτας, αὐτὸς κα[ὶ]
γένος.
Search Help