IC I xix 3
[ ] Crete, Ctr. — Malla — end 2nd c. BC
face A.1 ἀγαθᾶι τύχαι. ἐπὶ τῶν Αἰθαλέων κοσμιόν-
των vac. Τύχωνος τῶ Πειθία vac., Διοτέλιος τῶ
Ἐλύρω vac., Φαλάκρω τῶ Σωμένιος, Διοφάντω <τῶ> Σω-
τοκύδιος vac., ἔδοξε τοῖς κόσμοις καὶ τᾶι πόλι ψαφι-
5 ξαμένοις· ἐπειδὴ τᾶς γενομένας περιστάσιος πε-
ρί τε τὰν πόλιν καὶ τὸ[ν][λλον] δᾶμον τυ[γ]χάν[ο]ντι τὰ[ν]
πᾶσα[ν] πεποιημένοι σπουδάν, ἁμίων [α]ἰτησαμένων
δικαστάς, ἅ τε τῶν Κνωσίων πόλις καὶ ἁ τ[ῶ]ν Λυττίω[ν],
τῶν τε τὰν ἄνω πόλιν οἰκ[ι]όντων καὶ τῶν τὰν ἐπὶ θα-
10 λάσσαι, ὁπᾶι τύχηι ἁ ὅλα κατάστασις τᾶς προσ[—]․τίας
σωτηρίας, καὶ περὶ το[ύ]των ἀπέστηλαν ἁμεῖν δικαστά[ς],
Κνωσόθε[ν] μὲν Εὔ[μ]η[λο]ν ․․․․, ἐς δὲ τ[ᾶ]ς ἄνωθεν [π]ό-
λεως Λ<ά>των Στάσιος ἐς δὲ τᾶς ἐπὶ θαλάσσαι Ἀριστ[ί]-
αν Μόννα, ἄνδρας τὸς ἐδοκίμασαν ὑπάρχεν τᾶς τε ἰδί-
15 ας πατρίδος ἀξίος καὶ τᾶ[ς] ἁ<μ>ᾶς, οἵτινες παραγενό-
μενοι καὶ ἀναλαβόντες τὰ ὅλα τῶν πραγμάτων δι-
εφθαρμένα {ν}, τᾶν τε κτησίων καὶ τῶν ποτ’ ἀλλάλος
συναλλαγμάτων πάντων ἐν ταραχᾶι τε καὶ διχοστασί-
αι τᾶι μεγίσται κειμένων, διά τε τᾶς τῶν θεῶν [εὐ]-
20 μενείας καὶ διὰ τᾶς τῶν ἀνδρῶν τούτων ἐπιφαν[εί]-
ας κ<α>ὶ ἇς ἐποιήσαντο παρακλήσιος τυγχάν<ομ>ε̣[ν]
τὰ μὲν ἑκουσίως συλλε<λ>υμένοι τὰ δὲ διὰ τᾶς το[ύ]-
των προνοίας ἀνεκτη<μ>ένοι τᾶς τ<ε> ποτ’ ἀλλάλο[ς] ἔ-
χθρας διαλελυμένοι, δίκαιον δ’ ἐστὶν καὶ καλῶς
25 ἔχον τάς τε ἀποστηλάνσας πόλεας καὶ τὸς ἐλθ[όν]-
τας δικαστὰς ταῖς μεγίσταις τιμαῖς στεφανῶσ[αι],
δεδόχθαι ἀνγράψαι τάν τε τῶν Κνωσίων πό-
λιν καὶ τὰ[ν] τῶν Λυττίων σωτῆράς τε καὶ [β]ο[α]-
θὸς καὶ ὑπερμάχος τᾶς ἁμᾶς πόλεος διὰ τὸ ἔν
30 τε τοῖ<ς> λοιποῖς πᾶσι προστατῆν εἰ̣[κότως?]
καὶ διὰ τὸ τοιούτος ἄνδρας ἀποστ[ῆλαι, ἀνγρά]-
[ψα]ι δὲ καὶ τὸς προγεγρ[α]μ[μένος] ἄνδρας εὐερ-
[γέτ]ας τε κ[αὶ προξένος τᾶς πόλεος καὶ αὐτὸς]
[καὶ] τὸς τούτω[ν ἐκ]γόνος· ἦμεν τε α[ὐτοῖς πολι]-
35 τείαν τε καὶ ἔνκτησιν καὶ θνατῶν [καὶ ἀθανά]-
των ἐν τᾶι ἁμᾶι πόλι· καὶ ἐπεί κά τις α[ὐτῶν πα]-
ραγένηται ἐς τὰν ἁμὰν πόλιν ἦμεν [αὐτῶι]
σίτησιν ἐν πρυτανεί<ω>ι μετὰ τῶν κόσ[μων]·
ἄγεν δὲ καὶ εὐάμερον τὸς κόσμος τὸς [ἀεὶ κοσ]-
40 μίοντας κατ’ ἐνιαυτὸν ἐν τᾶι ἕκται τῶ Βακ̣[ινθίω]
μηνὸς καὶ δρόμον καὶ τ<ὰ>ς ἑταιρήας συ[νάγεν]
ὁπᾶι καὶ τοῖς ἐπιγινομένοις ὑπ[άρχηι]
ἔνγροφος ἅ τε τᾶν πόλεων καὶ [τῶν]
ἀνδρῶν το<ύ>των καλοκἀγ[αθ]ία, ὁ[μοίως]
45 δὲ καὶ <ἁ> ἐξ ἁμίων γινομένα φιλά[νθρω]-
πος ἀποδοχὰ ἐς τὸς ἁμὸς εὐε[ργέ]-
τας, καὶ πολλοὶ τούτων μιμηταὶ κ[αὶ ἐς]
τὸν ὕστερον χρόνον τᾶς καλοκἀγα[θίας]
ὑπάρχωσιν· στᾶσαι δὲ καὶ στάλ[αν]
50 ἐν τῶι ἐπιφανεστάτωι τόπωι τ[ᾶς ἀ]-
γορᾶς.
face B [— — — — — — — — — — — — — — — — —]
1 ανταχρ[— — — — — — — — — — — — — —]
․νον οὔτε [— — — — — — — — — — — —]
ω οὔτε αλλ[— — — — — — — — — — — —]
πολέμω τουτ[— — — — — — — — — — —]
5 αἰ κατὰ πόλεμον ․․․αλλ[— —] πολε[— —]
αγ․ κατὰ [— — — — —] κατὰ γᾶν [καὶ κατ]-
ὰ θάλασσαν κατὰ δύναμ[ιν — — — — — —]
[— — —]τ[— — — — — — — — — — — — —]
Search Help
Contact Us