IC I xix 1
[ ] Crete, Ctr. — Malla — 3rd c. BC
[— — — — — — — — — — — — — — — — —]
1 [․]α̣ι ἐμ πό[λι ϝίκ]ατι τᾶν ϝεξήκο[ντα ἁμε]-
ρᾶν τὰν ἡμίναν, τὰν δ’ ἡμίναν ὁ ․․․․․․
πούσας· αἰ δὲ μή, αὐτοὶ ὑπόδικοι ἔ[στων τῶ]
διπλό<ω>. αἰ δέ τ[ι] κοινᾶι στρατουόμεν[οι θιῶν]
5 θελόντων ἕλοιμεν τῶν πολεμίων ἐ[ξοδουσάν]-
των τῶν Λυττίων καὶ Μαλλαίων, λ[αγχανόν]-
των ἕκαστοι τὰ μέρια κατὰ τὸς ἄ[νδρας]
τὸς ἑρπόντας. μὴ ἐξέστω δὲ συλὲν [μήτε]
τὸν Λύττιον ἐν τᾶι τῶν Μαλλαίων μήτε τ[ὸν Μαλ]-
10 λαῖον ἐν τᾶι τῶν Λυττίων. αἰ δέ τίς κα συ[λάσηι]
ἀποτεινύτω τό τε χρέος ὅ κα συλάση[ι καὶ στατῆ]-
[ρ]ας ἑκατόν. ὁ δὲ κόσμος [π]ραξάντω[ν τᾶν δέ]-
[κ’] ἁμερᾶν τὸν ἐλούθερον· ἄλλο δ’ αἴ τ[ις συλά]-
[σα]ι ἐν ἁμέραις ἴκατι. αἰ δὲ μὴ πράξαιεν ὁ κ̣[όσμος],
15 ἀποτεισάντων ἕκαστος τ[ῶ] κόσμ<ω> στα[τῆρας]
πε[ν]τακατίος τᾶι πόλι [ὁ]πῶ κα συλάσ<η>[ι. ναωσάν]-
των δ’ ὁ κόσμος κατ’ ἕκαστον ἐ<νι>αυτὸν [τὰν ἀγέ]-
λαν τὰν τόκα ἐσδυομέναν, οἱ μὲν Λύττι[οι ἐν Μάλ]-
λαι ἐπὶ Μοννιτί<ω>ι οἱ δὲ Μαλλαῖοι Λυτ[τοῖ] ἐπ[ὶ Πυτίωι],
20 ἀναγινωσκόντων δὲ τὰν [σ]τάλαν κατ’ ἐ[νιαυ]-
τὸν Λυττοῖ μὲν ἐν τοῖς Περιβλημα[ίοις πα]-
ριόντων τῶν Μαλλαίων, ἐν δὲ Μάλλαι [ἐν]
τοῖς Ὑπερβοίοις παριόντων τῶν Λυττ[ίων. αἰ]
δὲ μὴ ναώσαιεν τὰ[ν] ἀγέλαν, ἀποτε[ι]σ[άντων]
25 ὁ κόσμος ἑκατὸν στατῆρας, ὁ μὲν Λύττιος [τοῖς Μαλ]-
[λ]αίοις, ὁ δὲ Μαλλαῖος τοῖς Λυττίοις κα[— — — — —]
[— — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us