[ ]
Crete, Ctr. — Lato — beg. 2nd c. BC
| 1 | Ῥοδίων |
| οἱ στρατευσάμενοι μετὰ ἄρχοντος τᾶν τριήρεων | |
| Εὐαγόρα τοῦ Πύθιος καὶ τριηράρχων Ἀγησιδάμου τοῦ | |
| Ἀγήτορος, Τελέσωνος τοῦ Φιλοξένου, καὶ τοῦ ἐπα- | |
| 5 | ποσταλέντος ὑπὸ Ἀγησιδάμου Κλεωνύμου τοῦ |
| Θεώρου, καὶ ἀγευμένου τῶν στρατιωτᾶν | |
| τῶν ἐκ τᾶς Ἑλλάδος ξενολογηθέντων | |
| Εὐδάμου τοῦ Ἐπαρμόστου | |
| Ἀθάναι Λινδίαι. |