[ ] Crete, Ctr. — Lato — beg. 2nd c. BC
1                          Ῥοδίων
οἱ στρατευσάμενοι μετὰ ἄρχοντος τᾶν τριήρεων
Εὐαγόρα τοῦ Πύθιος καὶ τριηράρχων Ἀγησιδάμου τοῦ
Ἀγήτορος, Τελέσωνος τοῦ Φιλοξένου, καὶ τοῦ ἐπα-
5 ποσταλέντος ὑπὸ Ἀγησιδάμου Κλεωνύμου τοῦ
Θεώρου, καὶ ἀγευμένου τῶν στρατιωτᾶν
τῶν ἐκ τᾶς Ἑλλάδος ξενολογηθέντων
     Εὐδάμου τοῦ Ἐπαρμόστου
          Ἀθάναι Λινδίαι.
Search Help
Contact Us