[ ]
Crete, Ctr. — Istron [Ion., Teos] — 201 BC — McC. Teos 11
| 1 | Ἰστρωνίων. |
| ἔδοξεν Ἰστρωνίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπει- | |
| δὴ Τήιοι φίλοι καὶ συγγενεῖς ὑπάρχοντες διὰ προ- | |
| γόνων τᾶι πόλει ψάφισμα καὶ πρεσβευτὰς ἀπέ- | |
| 5 | σταλκαν Ἀπολλόδοτον καὶ Κωλώταν, οἳ ἐπελθόν- |
| τες ἐπὶ τὸ κοινὸν τὸ Ἰστρωνίων τό τε ψάφισμα ἀπέ- | |
| δωκαν καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς γε- | |
| γραμμένοις, τὰν ἐκτενεστάταν σπουδὰν καὶ | |
| φιλοτιμίαν ποιούμενοι περὶ τοῦ γενέσθαι τὰν κα- | |
| 10 | θιέρωσιν τῶ<ι> Διονύσω<ι> τᾶς τε πόλιος καὶ τᾶς χώρας |
| τᾶς Τηίων καὶ τὰν ἀσυλίαν, ἔτι δὲ καὶ τἄλλα τὰ ὑπάρ- | |
| χοντα αὐτοῖς ἔνδοξα καὶ τίμια διὰ τὸν θεὸν ψαφισα- | |
| μένους καὶ αὐτοὺς συναύξειν καὶ ἀεί τινος ἀγαθοῦ | |
| παραιτίους γίνεσθαι τῶι δάμωι, καὶ ὅτι ταῦτα ποιή- | |
| 15 | σαντες ἀκόλουθα πραξίομεν τᾶι τε πορτὶ <τὸ> θεῖον |
| εὐσεβείαι καὶ τὰ μέγιστα χαριξιόμεθα τῶι δάμωι· | |
| περὶ δὲ τῶν αὐτῶν διαλεγέντος μετὰ πάσης σπου- | |
| δᾶς καὶ προθυμίας καὶ [τοῦ παρὰ] το<ῦ> βασιλέως Φι- | |
| λίππου πρεσβευτᾶ {ι} Περδίκκα {ι}· ἀποκρίνασθαι τῶι | |
| 20 | δάμωι τῶι Τηίων, ὅτι πρότερόν τε ἁ πόλις διακει- |
| μένα φι̣λικῶς καὶ εὐνόως ποτὶ τὸ πλᾶθος τὸ | |
| Τηίων ἔν τε τοῖς ὑπεράνω χρόνοις οὐδενὸς | |
| ἀπέστα τῶν συμφερόντων, καὶ νῦν δὲ καθό- | |
| τι παρακαλεῖ ὁ δᾶμος ὁ Τηίων καὶ Περδίκκας ὁ | |
| 25 | πολίτης αὐτῶν, προαιρούμενοι οὖν ἐμ πᾶσιν |
| εὐχαριστεῖν καὶ μεμναμένοι τᾶς προϋπαρχού- | |
| σας ταῖς πόλεσι συγγενείας, τάν τε καθιέρω- | |
| σιν τῶι Διονύσωι τᾶς τε πόλιος καὶ τᾶς χώρας | |
| ὑμῶν, ἔτι δὲ ἱερὰν καὶ ἄσυλον εἶναι, βουλόμενοι | |
| 30 | χαρίζεσθαι Περδίκκαι δίδομεν, καὶ τὰ λοιπὰ τὰ |
| ὑπάρχοντα ὑμῖν ἔνδοξα καὶ τίμια συνδιαφυλα- | |
| ξίομεν ἀπροφασίστως ἐφ’ ὅσον κ’ ἔωμεν δυνατοί. | |
| εἰ δέ τινές κα τῶν ὁρμιομένων ἐξ Ἴστρωνος ἀδι- | |
| κήσωντί τινα Τηίων ἢ κοινᾶι ἢ ἰδίαι παρὰ τὸ γραφὲν | |
| 35 | δόγμα περὶ τᾶς ἀσυλίας ὑπὸ τᾶς πόλιος τᾶς |
| Ἰστρωνίων, ἐξέστω τῶι παραγενομένωι Τηίων | |
| ἐπιλαβέσθαι καὶ τῶν σωμάτων καὶ χρήματα, εἴ | |
| τίς κα ἄγηι. οἱ δὲ κόσμοι οἱ τόκα ἀεὶ κοσμοῦντες ἐ- | |
| παναγκαζόντων ἀποδιδόμεν τοὺς ἔχοντας | |
| 40 | ἀζήμιοι ὄντες καὶ ἀνυπόδικοι. ἀναγράψαι δὲ καὶ |
| τὸ δόγμα εἰς τὸ ἱερὸν τὸ τᾶς Ἀθάνας τᾶς Πολι- | |
| άδος τοὺς γραμματέας τᾶς πόλιος. |