IC I viii 12*
[ ] Crete, Ctr. — Knosos [Aeg.Isl., Delos] — end 2nd c. BC — ID 1512
1 ἔδοξεν Κνωσίων τοῖς κόσμοις καὶ τᾶι πόλι. ἐπειδὴ
Διοσκουρίδης Διοσκουρίδου, καθ’ ὑοθεσίαν δὲ Ἀσκλη-
πιοδώρου, Ταρσεύς, γραμματικός, διὰ τὴν εὔνοιαν ἃν
ἔχει πορτὶ τὰν ἁμὰν πόλιν συνταξάμενος ἐγκώ-
5 μιον κατὰ τὸν ποιητὰν ὑπὲρ τῶ ἁμῶ ἔθνιος ἀπήστελ-
κε Μυρῖνον Διονυσίου Ἀμισηνόν, ποιητὰν ἐπῶν καὶ με-
λῶν, τὸν αὐτοσαυτῶ μαθετάν, διαθησιόμενον τὰ
πεπραγματευμένα ὑπ’ αὐτῶ· ὑπὲρ ὦμ Μυρῖνος πα-
ραγενόμενος παρ’ ἁμὲ καὶ ἐπελθὼν ἐπί τε τὸς κόσμος
10 καὶ τὰν ἐκκλησίαν, ἐμφανία κατέστασε διὰ τᾶν ἀκρο-
α[σίω]ν τὰν τῶ ἀνδρὸς φιλοπονίαν τάν τε περὶ τὸ
ἐπιτάδουμα εὐεξίαν· ὁμοίως δὲ καὶ τὰν εὔνοιαν ἃν
ἔχει πορτὶ τὰν πόλιν, ἀνανεώμενος αὐτ<ὸ>ς τὰν προγο-
νικὰν ἀρετάν, δι’ ἐγγράφω ἐπ[έδει]ξε καὶ τοῦτο πε-
15 δὰ πλίονος σπουδᾶς καὶ φιλοτ[ιμί]ας τὸν ἀπολογισ-
μὸν πο{ι}ιόμενος {²⁶ποιόμενος}²⁶, καθὼς ἐπέβαλλ[ε] ὑπὲρ ἰδίω παιδε[υ]-
τᾶ· ἐφ’ ὧν καὶ τὸ πλῆθος τῶν πολιτᾶν ἀκούσαντεν
τὰ πεπραγματευμένα καὶ τὰν [ὅ]λαν αἵρεσιν τῶ ἀν-
δρὸς ἃν ἔχων τυγχάνει εἰς τὰν ἁμὰν πόλιν ἀπεδέ-
20 ξατο μεγάλως· vacat ὁπᾶι ὦν καὶ ἁ πόλις τῶν Κνωσίων
φαίνηται εὐχάριστος ἴονσα καὶ τὸς καλὸς κἀγα-
θὸς τῶν ἀνδρῶν vacat ἀποδεχομένα καὶ τιμίονσα,
τάς τε καταξίανς χάριτανς ἀποδιδόνσα τοῖς
εὐεργετῆν αὐτὰν προαιριομένοις καὶ φανερὰν
25 καθιστάνσα ἐς πάντας ἀνθρώπος {ος} ἃν ἔχει διά-
λαμψιν ὑπὲρ τῶν εὐνόως διακειμένων πορ-
τ’ αὐτάν· δεδόχθαι τᾶι πόλει ἐπαινέσαι Διοσκουρί-
δην Διοσκουρίδου, καθ’ ὑοθεσίαν δὲ Ἀσκληπι-
οδώρου ἐπὶ τοῖς πεπραγματευμένοις ὑπ’ αὐτῶ
30 καὶ τᾶι προαιρέσει ἃν ἔχων τυγχάνει ἐς τὰν
ἁμὰν πόλιν· ἦμεν δὲ αὐτὸν καὶ πρόξενον
καὶ πολίταν τᾶς ἁμᾶς πόλεος αὐτὸν καὶ ἐσγό-
νος καὶ πεδέχεν θίνων vacat καὶ ἀνθρωπίνων
πάντων ὧν καὶ αὐτοὶ Κνώσιοι πεδέχοντι·
35 ἦμεν δὲ αὐτοῖς καὶ ἔγκτησιν γᾶς καὶ ο<ἰ>κίας καὶ
ἀσφάλειαν πολέμω καὶ εἰρήνας καὶ καταπλέον-
σι ἐς τὸς Κνωσίων λιμένας καὶ ἐκπλέονσι αὐ-
τοῖς καὶ χρήμασι τοῖς τούτων ἀσυλεὶ καὶ ἀσπον-
δεί· ὁπᾶι δὲ καὶ τοῖς ἐπιγινομένοις ἀείμνασ-
40 τος ὑπάρχηι ἁ τᾶς πόλεος ἐκτενὴς προαίρεσις
καὶ φανερὰ ἦι ἁ εὔνοια τοῖς γνησίως καὶ ἐνδόξως
τῶν καλλίστων ἐπιταδουμάτων προεστακόσι
καὶ τ<ὰν> πορτ’ αὐτὰν εὔνοιαν αὔξεν προαιριο-
μένοις vacat ἀναγράψαι τόδε τὸ ψάφισμα ἐς στάλαν
45 λιθίναν καὶ ἀνθέμεν ἐς τὸ ἱερὸν τῶ Ἀπέλ-
λωνος τῶ Δελφιδίω· vacat αἰτήσαθθαι δὲ καὶ τόπον
Ἀθηναίων τὸνς ἐν Δάλωι κατοικιόντας καὶ θέ-
μεν ἐν τῶι ἱερῶ<ι> τῶ Ἀπέλλωνος λαβόντας τὸν
ἐπιφανέστατον τόπον· γράψαι δὲ περὶ τούτων
50 τὰμ πόλιν πορτὶ Ἀθηναίος τὸς ἐν Δάλοι κατοι-
κιόντας καὶ πορτὶ τὸν Ταρσέ<ω>ν δᾶμον ὑποτά-
ξάντας τὸ ἀντίγραφον τῶδε τῶ ψαφίσματος.
αἱρέθη ἐπὶ τᾶς ἀναθέσιος τᾶς στάλας
Μακκιάδων Θαρυμάχω καὶ Λεόντιος Κλυμενίδα.
Search Help
Contact Us