[ ]
Crete, Ctr. — Knosos [Ion., Miletos] — after 260 BC — McC. Mil. 18
| 1 | τὰ συντεθέντα πρὸς τὰς πόλεις τὰς ἐγ Κρήτηι. Κνωσίων. |
| ἔδοξε Κνωσίων τῶι κόσμωι καὶ τᾶι πόλει· ὑπὲρ ὧν οἱ | |
| Μιλήσιοι τοὺς πρεσβευτὰς ἀπέστηλαν Ἀλκμεωνίδην | |
| καὶ Εὐαγόραν, ἀποκρίνασθαι τοῖς πρεσβευταῖς ὅτι καὶ | |
| 5 | πρότερον ἡμεῖς παραγενομένων τῶν παρ’ ὑμῶν |
| πρεσβευτᾶν ἐποιησάμεθα τὰς ὁμολογίας, καθότι | |
| Μιλήσιοι ἠξίωσαν, καὶ ἐθέμεθα εἰς τὸ ἱερὸν τοῦ | |
| Ἀπόλλωνος· ἐμπρησθέντος δὲ τοῦ ναοῦ καλῶς | |
| ἐποιήσατε ἀποστείλαντες τὰν πρεσβήιαν, ὅπως | |
| 10 | ἀναγραφῆι ταὐτὰ καὶ παρ’ ὑμῖν ΑΜΕΜΜΕΝΩΝ καὶ |
| μὴ ἀναγραφείσης τῆς ὁμολογίας· ὑπολαμβάνο- | |
| μεν γὰρ ὑμῖν πάντα τὰ φιλάνθρωπα γίνεσθαι πα- | |
| ρ’ ἡμῶν καὶ διαφυλάξομεν τὰμ φιλίαν καὶ τὰν εὔ- | |
| νοιαν τὰν ὑπάρχουσαν ἐκ τῶν πρότερον χρό- | |
| 15 | νων πρὸς ἀλλήλους καθάπερ δίκαιόν ἐστιν. |
| ὅπως δὲ καὶ οἱ λοιποὶ Κρηταιέων προθυμότερον | |
| ὑμῖν συγγράφωνται καὶ αὐτοί, ὑπολαμβάνομεν | |
| δεῖν συγγράψασθαι καθότι ὑμεῖς ἀξιώσατε· μὴ | |
| ὠνείσθω ὁ Κνώσιος τὸμ Μιλήσιον μηδὲ ὁ Μιλήσιος | |
| 20 | τὸν Κνώσιον εἰδὼς ἐλεύθερον ὄντα. ὃς ἂν δὲ ἀγο- |
| ράσηι εἰδὼς, στερέσθω τῆς τιμῆς καὶ τὸ σῶμα ἐ- | |
| λεύθερον ἔστω. ἐὰν δὲ μὴ εἰδὼς ἀγοράσῃ, ἀπο- | |
| δοὺς τὸ σῶμα τὴν τιμὴν κομισάσθω, ὅσου ἠγόρακεν̣. | |
| ἐὰν δέ τις δοῦλον ἀγοράσηι, τὴν τιμὴν κομισάμε- | |
| 25 | νος, ὅσου ἠγόρακεν, ἀποδότω τὸ σῶμα. ἐὰν δὲ μὴ |
| ἀποδιδῶι, ἀγόντωσαν ἐμ μὲν Κνωσῶι ἐπὶ τοὺς | |
| κόσμους, ἐμ Μιλήτωι δὲ ἐπὶ τοὺς πρυτάνεις· οἱ δὲ | |
| ἄρχοντες οἱ ἑκατέρωθι̣ ἐ̣παναγκαζόντωσαν ἀπο- | |
| δοῦναι τὸ σῶμα τῶι ἐφαψαμένωι κατὰ τὰς ὁμολογίας̣. | |
| 30 | ἐὰν δέ τι ἀντιλέγωσιν περ̣ὶ̣ ὅ̣τινός κα, κρίνειν ἐγ Κνωσῶ[ι] |
| μὲν κόσμον καὶ βουλάν, ἐμ Μιλήτωι δὲ τοὺς τοῦ ἐμπορ[ί]- | |
| ου ἐπιμελητὰς πέντε ἁμέραις, ἀφ’ ἇς κα κατασταθῶ- | |
| σιν ἐπὶ τὸ ἀρχεῖον. τῶν δὲ δικασθέντων τὰς πράξεις ε[ἶ]- | |
| ναι ἐγ Κν<ω>σῶι μὲν κατὰ τὸν νόμον τὸν προξενικόν, ἐμ Μι- | |
| 35 | λήτωι δὲ κατὰ τὸν νόμον τὸν ἐμπορ̣ι̣κ̣όν. κατὰ τὰ αὐτὰ |
| Τυλίσιοι, Ῥαύκιοι, Χερσονήσιοι, Μιλάτιοι, Ἐλ{ευ}τυνιεῖς {²⁶Ἐλτυνιεῖς}²⁶, | |
| <Ἡ>ρακλεῶται, Πριάνσιοι, Ἀπολλωνιᾶται, Πετραῖοι, Ἰτάνιο[ι], | |
| Πραίσιοι, Ἰστρώνιοι, Ὀλ<ο>ύντιοι, Δρήριοι, Λάτιοι, Ἐλευθερναῖοι, | |
| Ἄξιοι, Κυδωνιᾶται, Φαλασάρνιοι. |