[ ]
Crete, Ctr. — Arkades [Ion., Teos] — 201 BC — McC. Teos 6
| 1 | Ἀρκάδων. |
| ἔδοξεν Ἀρκάδων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐ- | |
| πειδὴ Τήιοι φίλοι καὶ συγγενεῖς ὑπάρχοντες | |
| διὰ προγόνων τᾶι πόλει ψάφισμα καὶ πρειγευ- | |
| 5 | τὰς ἀπέσταλκαν Ἀπολλόδοτον καὶ Κωλώ- |
| ταν, οἳ ἐπελθόντες ἐπὶ τὸ κοινὸν τῶν Ἀρκάδων | |
| τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐτοὶ διελέγεν | |
| ἀκολούθως τοῖς γεγραμμένοις, τὰν ἐκτε- | |
| νεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιούμε- | |
| 10 | νοι περὶ τῶ γενέσθαι τὰν καθιέρωσιν τῶι |
| Διονύσωι τᾶς τε πόλεως καὶ τᾶς χώρας τᾶς | |
| Τηίων καὶ τὰν ἀσυλίαν, ἔτι δὲ καὶ τἄλλα τὰ ὑ- | |
| πάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμια διὰ τὸν | |
| θεὸν ψαφιζομένος καὶ αὐτὸς συναύξεν καὶ | |
| 15 | ἀεί τινος ἀγαθῶ παραιτίος γίνεσθαι τῶι δάμωι, |
| καὶ ὅτι ταῦτα ποιήσαντες ἀκόλουθα πράξομεν | |
| τᾷ τε πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τὰ μέγιστα χα- | |
| ριξόμεθα τῶι δάμωι· περὶ δὲ τῶν αὐτῶν διαλε- | |
| γέντος μετὰ πάσης σπευδῆς καὶ τοῦ παρὰ τῶ | |
| 20 | βασιλέως Φιλίππου πρεσβευτᾶ Περδίκκα· ἀ- |
| ποκρίνασθαι τοῖς πρειγευταῖς ὅτι ἁ πόλις δια- | |
| κειμένα φιλικῶς καὶ εὐήθως ποτὶ τὸ πλῆθος [τὸ] | |
| Τηίων ἔν τε τοῖς ὑπεράνω χρόνοις οὐθενὸς ἀ- | |
| πεστάτουν τῶν συμφερόντων καὶ νῦν δὲ | |
| 25 | καθότι παρακαλεῖ ὁ δᾶμος ὁ Τηίων καὶ Περ- |
| δίκκας ὁ πολίτας αὐτῶν, προαιρεόμενοι οὖν | |
| ἐμ πᾶσιν εὐχαριστεῖν καὶ μεμναμένοι τὰν | |
| προϋπάρχωσ<α>ν ταῖ<ς> πόλεσι συγγένειαν, τάν | |
| τε καθιέρωσιν τῶι Διονύσωι τᾶς τε πόλιος | |
| 30 | καὶ τᾶς χώρας ὑμέων, ἔτι δὲ ἱερὰν καὶ ἄσυλον |
| ἦμεν βουλόμενοι χαρίζεσθαι Περδίκκαι δί- | |
| δομεν, καὶ τὰ λοιπὰ τὰ ὑπάρχοντα ὑμῖν ἔνδο- | |
| ξα καὶ τίμια διαφυλάξομεν ἀπροφασίστως | |
| ἐφ’ ὅσον ἠμὲν ἐν δυνατῶι. καὶ αἴ τινες τῶν ὁρμι- | |
| 35 | ομένων <ἐξ> Ἀρκάδων ἀδικήσωντί τινα Τηίων |
| ἢ κοινᾶι ἢ ἰδίαι πὰρ τὸ γραφὲν δόγμα περὶ τᾶς | |
| ἀσυλίας ὑπὸ τᾶς πόλιος τᾶς Ἀρκάδων, ἐξ- | |
| έστω τῶι παραγενομένωι Τηίων ἐπιλαβέσ- | |
| θαι καὶ τῶν σωμάτων καὶ χρημάτων, αἴ τίς κα | |
| 40 | ἄγηι· οἱ δὲ κόσμοι οἱ τότε ἀεὶ κοσμέοντες ἐ- |
| παναγκαζόντων ἀποδιδόμεν τὸς ἔχοντας | |
| ἀζάμιοι ἰόντες καὶ ἀνυπόδικοι. ἀγγράψαι δὲ | |
| καὶ τὸ δόγμα ἐς τὸ ἱαρὸν τῶ Ἀσκλαπιῶ τὸγ γραμ- | |
| ματέα τᾶς πόλεος, δοθῆμεν δὲ καὶ ξένια | |
| 45 | τοῖς πρειγευταῖς τὰ ἐν τῶι νόμωι. ἔρρωσθε. |